|
Στρεψιάδης
ἰοὺ ἰού:
ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν νυκτῶν+ ὅσον+:
ἀπέραντον. οὐδέποθ'
ἡμέρα γενήσεται;
καὶ μὴν πάλαι γ' ἀλεκτρυόνος ἤκουσ' ἐγώ:
5 οἱ δ' οἰκέται++ ῥέγκουσιν++:
ἀλλ'++ οὐκ ἂν πρὸ τοῦ+.
ἀπόλοιο δῆτ' ὦ πόλεμε πολλῶν οὕνεκα,
ὅτ' οὐδὲ κολάσ' ἔξεστί
μοι τοὺς οἰκέτας.
ἀλλ' οὐδ' ὁ χρηστὸς οὑτοσὶ νεανίας
ἐγείρεται τῆς νυκτός, ἀλλὰ
πέρδεται
10 ἐν πέντε σισύραις ἐγκεκορδυλημένος.
ἀλλ' εἰ δοκεῖ ῥέγκωμεν ἐγκεκαλυμμένοι.
ἀλλ' οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος
ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν
χρεῶν
διὰ τουτονὶ τὸν υἱόν. ὁ δὲ κόμην ἔχων
15 ἱππάζεταί τε καὶ ξυνωρικεύεται
ὀνειροπολεῖ
θ' ἵππους: ἐγὼ δ' ἀπόλλυμαι
ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας:
οἱ γὰρ τόκοι χωροῦσιν.
ἅπτε παῖ λύχνον,
κἄκφερε τὸ γραμματεῖον, ἵν' ἀναγνῶ λαβὼν
20 ὁπόσοις ὀφείλω καὶ
λογίσωμαι τοὺς τόκους.
φέρ' ἴδω τί ὀφείλω+; δώδεκα μνᾶς Πασίᾳ.
τοῦ δώδεκα μνᾶς Πασίᾳ;
τί ἐχρησάμην;
ὅτ' ἐπριάμην τὸν κοππατίαν. οἴμοι τάλας,
εἴθ'+ ἐξεκόπην+ πρότερον+
τὸν ὀφθαλμὸν+ λίθῳ+.
Φειδιππίδης
25 Φίλων ἀδικεῖς: ἔλαυνε τὸν σαυτοῦ δρόμον.
Στρεψιάδης
τοῦτ' ἔστι τουτὶ+
τὸ κακὸν ὅ μ' ἀπολώλεκεν:
ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν.
Φειδιππίδης
πόσους
δρόμους ἐλᾷ τὰ πολεμιστήρια;
Στρεψιάδης
ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρ' ἐλαύνεις δρόμους.
30 ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;
τρεῖς μναῖ διφρίσκου+ καὶ τροχοῖν Ἀμυνίᾳ.
Φειδιππίδης
ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.
Στρεψιάδης
ἀλλ' ὦ μέλ' ἐξήλικας ἐμέ
γ' ἐκ τῶν ἐμῶν,
ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου
35 ἐνεχυράσεσθαί φασιν.
Φειδιππίδης
ἐτεὸν ὦ πάτερ
τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθ' ὅλην;
Στρεψιάδης
δάκνει μὲ δήμαρχός
τις ἐκ τῶν στρωμάτων.
Φειδιππίδης
ἔασον ὦ δαιμόνιε καταδαρθεῖν τί με.
Στρεψιάδης
σὺ δ' οὖν κάθευδε: τὰ δὲ χρέα ταῦτ' ἴσθ' ὅτι
40 ἐς τὴν κεφαλὴν+ ἅπαντα+ τὴν σὴν
τρέψεται+. φεῦ.
εἴθ' ὤφελ' ἡ προμνήστρι' ἀπολέσθαι κακῶς,
ἥτις με γῆμ' ἐπῆρε τὴν
σὴν μητέρα:
ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος
εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος,
45 βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις.
ἔπειτ' ἔγημα Μεγακλέους τοῦ Μεγακλέους
ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως,
σεμνὴν τρυφῶσαν ἐγκεκοισυρωμένην.
ταύτην ὅτ' ἐγάμουν,
συγκατεκλινόμην ἐγὼ
50 ὄζων τρυγὸς τρασιᾶς ἐρίων περιουσίας,
ἡ δ' αὖ μύρου κρόκου
καταγλωττισμάτων,
δαπάνης λαφυγμοῦ Κωλιάδος Γενετυλλίδος.
οὐ μὴν ἐρῶ γ' ὡς ἀργὸς
ἦν, ἀλλ' ἐσπάθα.
ἐγὼ δ' ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ
55 πρόφασιν ἔφασκον, ὦ γύναι
λίαν σπαθᾷς.
Θεράπων
ἔλαιον ἡμῖν οὐκ ἔνεστ' ἐν τῷ λύχνῳ.
Στρεψιάδης
οἴμοι: τί γάρ μοι τὸν πότην
ἧπτες λύχνον;
δεῦρ' ἔλθ' ἵνα κλάῃς.
Θεράπων
διὰ τί δῆτα κλαύσομαι;
Στρεψιάδης
ὅτι
τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων.
60 μετὰ ταῦθ', ὅπως νῷν ἐγένεθ' υἱὸς οὑτοσί,
ἐμοί
τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ,
περὶ τοὐνόματος δὴ 'ντεῦθεν ἐλοιδορούμεθα:
ἡ μὲν γὰρ
ἵππον προσετίθει+ πρὸς τοὔνομα,
Ξάνθιππον ἤ Χαριππον ἢ Καλλιππίδην,
65 ἐγὼ δὲ τοῦ
πάππου 'τιθέμην Φειδωνίδην.
τέως μὲν οὖν ἐκρινόμεθ': εἶτα τῷ χρόνῳ
κοινῇ ξυνέβημεν
κἀθέμεθα Φειδιππίδην.
τοῦτον τὸν υἱὸν λαμβάνουσ' ἐκορίζετο,
‘ὅταν σὺ μέγας ὢν ἅρμ'
ἐλαύνῃς πρὸς πόλιν+,
70 ὥσπερ Μεγακλέης, ξυστίδ' ἔχων.’ ἐγὼ δ' ἔφην,
‘ὅταν μὲν οὖν
τὰς αἶγας ἐκ τοῦ φελλέως,
ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος.’
ἀλλ' οὐκ ἐπίθετο
τοῖς ἐμοῖς οὐδὲν λόγοις,
ἀλλ' ἵππερόν μου κατέχεεν τῶν χρημάτων.
75 νῦν οὖν ὅλην
τὴν νύκτα+ φροντίζων ὁδοῦ
μίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ,
ἣν ἢν ἀναπείσω τουτονί,
σωθήσομαι.
ἀλλ' ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι.
πῶς δῆτ' ἂν ἥδιστ' αὐτὸν ἐπεγείραιμι+;
πῶς;
80 Φειδιππίδη Φειδιππίδιον.
Φειδιππίδης
τί ὦ πάτερ;
Στρεψιάδης
κύσον με καὶ
τὴν χεῖρα δὸς τὴν δεξιάν.
Φειδιππίδης
ἰδού. τί ἔστιν;
Στρεψιάδης
εἰπέ μοι, φιλεῖς
ἐμέ;
Φειδιππίδης
νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον.
Στρεψιάδης
μὴ 'μοί γε τοῦτον
μηδαμῶς τὸν ἵππιον:
85 οὗτος γὰρ ὁ θεὸς αἴτιός μοι τῶν κακῶν.
ἀλλ' εἴπερ ἐκ τῆς
καρδίας μ' ὄντως φιλεῖς,
ὦ παῖ πιθοῦ.
Φειδιππίδης
τί οὖν πίθωμαι δῆτά σοι;
Στρεψιάδης
ἔκστρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους,
καὶ μάνθαν' ἐλθὼν ἃν ἐγὼ παραινέσω.
Φειδιππίδης
90 λέγε δή, τί κελεύεις;
Στρεψιάδης
καί τι πείσει;
Φειδιππίδης
πείσομαι
νὴ τὸν Διόνυσον.
Στρεψιάδης
δεῦρό νυν ἀπόβλεπε.
ὁρᾷς τὸ θύριον τοῦτο καὶ τᾠκίδιον;
Φειδιππίδης
ὁρῶ. τί οὖν++ τοῦτ' ἐστὶν ἐτεὸν ὦ πάτερ;
Στρεψιάδης
ψυχῶν σοφῶν τοῦτ'
ἐστὶ φροντιστήριον.
95 ἐνταῦθ' ἐνοικοῦσ' ἄνδρες, οἳ τὸν οὐρανὸν
λέγοντες ἀναπείθουσιν
ὡς ἔστιν πνιγεύς,
κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δ' ἄνθρακες.
οὗτοι διδάσκουσ', ἀργύριον
ἤν τις διδῷ,
λέγοντα νικᾶν καὶ δίκαια κἄδικα+.
Φειδιππίδης
100 εἰσὶν δὲ τίνες;
Στρεψιάδης
οὐκ οἶδ' ἀκριβῶς τοὔνομα:
μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί.
Φειδιππίδης
αἰβοῖ
πονηροί γ', οἶδα. τοὺς ἀλαζόνας
τοὺς ὠχριῶντας τοὺς ἀνυποδήτους λέγεις,
ὧν ὁ κακοδαίμων
Σωκράτης καὶ Χαιρεφῶν.
Στρεψιάδης
105 ἢ ἢ σιώπα: μηδὲν εἴπῃς νήπιον+. ἀλλ' εἴ τι
κήδει τῶν πατρῴων ἀλφίτων, τούτων γενοῦ μοι σχασάμενος τὴν ἱππικήν. Φειδιππίδης
οὐκ ἂν μὰ τὸν Διόνυσον, εἰ δοίης γέ μοι τοὺς φασιανοὺς οὓς τρέφει Λεωγόρας. Στρεψιάδης
110 ἴθ' ἀντιβολῶ σ' ὦ φίλτατ' ἀνθρώπων ἐμοὶ ἐλθὼν διδάσκου. Φειδιππίδης καὶ τί σοι
μαθήσομαι; Στρεψιάδης εἶναι παρ' αὐτοῖς φασιν ἄμφω τὼ λόγω+, τὸν κρείττον', ὅστις
ἐστί, καὶ τὸν ἥττονα. τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα, 115 νικᾶν λέγοντά
φασι τἀδικώτερα. ἢν οὖν μάθῃς++ μοι τὸν ἄδικον+ τοῦτον++ λόγον+, ἃ νῦν ὀφείλω διὰ
σέ, τούτων τῶν χρεῶν οὐκ ἂν ἀποδοίην++ οὐδ'+ ἂν ὀβολὸν+ οὐδενί+. Φειδιππίδης οὐκ
ἂν πιθοίμην+: οὐ γὰρ ἂν τλαίην ἰδεῖν 120 τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος. Στρεψιάδης
οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γ' ἐμῶν ἔδει, οὔτ' αὐτὸς οὔθ' ὁ ζύγιος οὔθ' ὁ σαμφόρας:
ἀλλ' ἐξελῶ σ' ἐς κόρακας ἐκ τῆς οἰκίας. Φειδιππίδης ἀλλ' οὐ περιόψεταί+ μ' ὁ θεῖος+
Μεγακλέης 125 ἄνιππον+. ἀλλ' εἴσειμι+, σοῦ δ' οὐ φροντιῶ+. Στρεψιάδης ἀλλ' οὐδ'
ἐγὼ μέντοι πεσών γε κείσομαι, ἀλλ' εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι αὐτὸς βαδίζων
ἐς τὸ φροντιστήριον. πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς 130 λόγων ἀκριβῶν σχινδαλάμους
μαθήσομαι; ἰτητέον. τί ταῦτ' ἔχων στραγγεύομαι, ἀλλ' οὐχὶ κόπτω τὴν θύραν; παῖ παιδίον.
Μαθητής βάλλ'
ἐς κόρακας+: τίς ἐσθ' ὁ κόψας τὴν θύραν; Στρεψιάδης Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν.
Μαθητής 135 ἀμαθής γε νὴ Δί' ὅστις οὑτωσὶ σφόδρα ἀπεριμερίμνως τὴν θύραν λελάκτικας
καὶ φροντίδ' ἐξήμβλωκας ἐξηυρημένην. Στρεψιάδης σύγγνωθί μοι: τηλοῦ γὰρ οἰκῶ τῶν
ἀγρῶν. ἀλλ' εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον. Μαθητής 140 ἀλλ' οὐ θέμις πλὴν τοῖς
μαθηταῖσιν λέγειν. Στρεψιάδης λέγε νυν ἐμοὶ θαρρῶν: ἐγὼ γὰρ οὑτοσὶ ἥκω μαθητὴς ἐς
τὸ φροντιστήριον. Μαθητής λέξω. νομίσαι δὲ ταῦτα χρὴ μυστήρια. ἀνήρετ' ἄρτι Χαιρεφῶντα
Σωκράτης 145 ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας: δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος
τὴν ὀφρῦν ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο. Στρεψιάδης πῶς δῆτα διεμέτρησε;
Μαθητής δεξιώτατα. κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν 150 ἐνέβαψεν ἐς τὸν κηρὸν
αὐτῆς τὼ πόδε, κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί. ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον.
Στρεψιάδης ὦ Ζεῦ βασιλεῦ+ τῆς λεπτότητος τῶν φρενῶν. Μαθητής τί δῆτ' ἂν ἕτερον εἰ
πύθοιο Σωκράτους 155 φρόντισμα; Στρεψιάδης ποῖον; ἀντιβολῶ κάτειπέ μοι. Μαθητής
ἀνήρετ' αὐτὸν Χαιρεφῶν ὁ Σφήττιος+ ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας κατὰ τὸ
στόμ' ᾄδειν ἢ κατὰ τοὐρροπύγιον. Στρεψιάδης τί δῆτ' ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος;
Μαθητής 160 ἔφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος στενόν: διὰ λεπτοῦ δ' ὄντος αὐτοῦ
τὴν πνοὴν βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου: ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον
τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος. Στρεψιάδης 165 σάλπιγξ ὁ πρωκτός ἐστιν
ἄρα τῶν ἐμπίδων. ὦ τρισμακάριος τοῦ διεντερεύματος. ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι
δίκην ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος. Μαθητής πρώην δέ γε γνώμην μεγάλην ἀφῃρέθη
ὑπ' ἀσκαλαβώτου. Στρεψιάδης τίνα τρόπον; κάτειπέ μοι. Μαθητής ζητοῦντος αὐτοῦ τῆς
σελήνης τὰς ὁδοὺς καὶ τὰς περιφορὰς εἶτ' ἄνω κεχηνότος ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης
κατέχεσεν. Στρεψιάδης ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους. Μαθητής 175 ἐχθὲς δέ
γ' ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας. Στρεψιάδης εἶεν: τί οὖν πρὸς τἄλφιτ' ἐπαλαμήσατο;
Μαθητής κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν κάμψας ὀβελίσκον εἶτα διαβήτην
λαβὼν ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.
Στρεψιάδης 180 τί δῆτ' ἐκεῖνον τὸν Θαλῆν
θαυμάζομεν; ἄνοιγ' ἄνοιγ' ἀνύσας++ τὸ φροντιστήριον+, καὶ δεῖξον+ ὡς τάχιστά+ μοι
τὸν Σωκράτη. μαθητιῶ γάρ: ἀλλ' ἄνοιγε τὴν θύραν. ὦ Ἡράκλεις+ ταυτὶ ποδαπὰ τὰ θηρία;
Μαθητής 185 τί ἐθαύμασας; τῷ σοι δοκοῦσιν εἰκέναι; Στρεψιάδης τοῖς ἐκ Πύλου ληφθεῖσι
τοῖς Λακωνικοῖς. ἀτὰρ τί ποτ' ἐς τὴν γῆν βλέπουσιν οὑτοιί; Μαθητής ζητοῦσιν οὗτοι
τὰ κατὰ γῆς+. Στρεψιάδης βολβοὺς ἄρα ζητοῦσι. μή νυν τουτογὶ φροντίζετε: 190 ἐγὼ
γὰρ οἶδ' ἵν' εἰσὶ μεγάλοι καὶ καλοί. τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρ' ἐγκεκυφότες; Μαθητής
οὗτοι δ' ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον. Στρεψιάδης τί δῆθ' ὁ πρωκτὸς ἐς τὸν οὐρανὸν
βλέπει; Μαθητής αὐτὸς καθ' αὑτὸν ἀστρονομεῖν διδάσκεται. 195 ἀλλ' εἴσιθ', ἵνα μὴ
'κεῖνος ὑμῖν ἐπιτύχῃ. Στρεψιάδης μήπω γε μήπω γ': ἀλλ' ἐπιμεινάντων, ἵνα αὐτοῖσι
κοινώσω τι πραγμάτιον ἐμόν. Μαθητής ἀλλ' οὐχ οἷόν τ' αὐτοῖσι πρὸς τὸν ἀέρα ἔξω διατρίβειν
πολὺν ἄγαν ἐστὶν χρόνον. Στρεψιάδης 200 πρὸς τῶν θεῶν τί γὰρ τάδ' ἐστίν; εἰπέ μοι.
Μαθητής ἀστρονομία μὲν αὑτηί. Στρεψιάδης τουτὶ δὲ τί; Μαθητής γεωμετρία. Στρεψιάδης
τοῦτ' οὖν τί ἐστι χρήσιμον; Μαθητής γῆν ἀναμετρῆσαι. Στρεψιάδης πότερα τὴν κληρουχικήν;
Μαθητής οὔκ, ἀλλὰ τὴν σύμπασαν. Στρεψιάδης ἀστεῖον λέγεις. 205 τὸ γὰρ σόφισμα δημοτικὸν
καὶ χρήσιμον. Μαθητής αὕτη δέ σοι γῆς περίοδος πάσης+. ὁρᾷς; αἵδε μὲν Ἀθῆναι++.
Στρεψιάδης τί σὺ λέγεις; οὐ πείθομαι, ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους. Μαθητής
ὡς τοῦτ' ἀληθῶς Ἀττικὸν τὸ χωρίον. Στρεψιάδης 210 καὶ ποῦ Κικυννῆς εἰσὶν οὑμοὶ δημόται;
Μαθητής ἐνταῦθ' ἔνεισιν. ἡ δέ γ' Εὔβοἰ, ὡς ὁρᾷς, ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ.
Στρεψιάδης οἶδ': ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους. ἀλλ' ἡ Λακεδαίμων ποῦ 'σθ';
Μαθητής ὅπου 'στίν; αὑτηί. Στρεψιάδης 215 ὡς ἐγγὺς ἡμῶν. τοῦτο πάνυ φροντίζετε,
ταύτην ἀφ' ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ. Μαθητής ἀλλ' οὐχ οἷόν τε. Στρεψιάδης νὴ Δί'
οἰμώξεσθ' ἄρα. φέρε τίς γὰρ οὗτος+ οὑπὶ τῆς κρεμάθρας ἀνήρ+; Μαθητής αὐτός. Στρεψιάδης
τίς αὐτός; Μαθητής Σωκράτης+. Στρεψιάδης ὦ Σώκρατες. ἴθ' οὗτος, ἀναβόησον αὐτόν
μοι μέγα. Μαθητής 220 αὐτὸς μὲν οὖν σὺ κάλεσον: οὐ γάρ μοι σχολή.
Στρεψιάδης ὦ Σώκρατες,
ὦ Σωκρατίδιον. Σωκράτης τί με καλεῖς ὦφήμερε; Στρεψιάδης πρῶτον μὲν ὅ τι δρᾷς ἀντιβολῶ
κάτειπέ μοι. Σωκράτης 225 ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον. Στρεψιάδης ἔπειτ' ἀπὸ
ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς, ἀλλ' οὐκ ἀπὸ τῆς γῆς, εἴπερ; Σωκράτης οὐ γὰρ ἄν ποτε
ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα, εἰ μὴ κρεμάσας+ τὸ νόημα++ καὶ τὴν φροντίδα+
230 λεπτὴν+ καταμείξας+ ἐς τὸν ὅμοιον+ ἀέρα+. εἰ δ' ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν,
οὐκ ἄν ποθ' ηὗρον: οὐ γὰρ ἀλλ' ἡ γῆ βίᾳ ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος.
πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα. Στρεψιάδης 235 τί φῄς; ἡ φροντὶς ἕλκει τὴν
ἰκμάδ' ἐς τὰ κάρδαμα; ἴθι νυν κατάβηθ' ὦ Σωκρατίδιον ὡς ἐμέ, ἵνα με διδάξῃς ὧνπερ
οὕνεκ' ἐλήλυθα. Σωκράτης ἦλθες δὲ κατὰ τί; Στρεψιάδης βουλόμενος μαθεῖν λέγειν.
240 ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων ἄγομαι φέρομαι, τὰ χρήματ' ἐνεχυράζομαι.
Σωκράτης πόθεν δ' ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος; Στρεψιάδης νόσος μ' ἐπέτριψεν
ἱππικὴ δεινὴ φαγεῖν. ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν+, 245 τὸν μηδὲν
ἀποδιδόντα. μισθὸν δ' ὅντιν' ἂν πράττῃ μ' ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς. Σωκράτης
ποίους θεοὺς ὀμεῖ σύ; πρῶτον γὰρ θεοὶ ἡμῖν νόμισμ' οὐκ ἔστι. Στρεψιάδης τῷ γὰρ ὄμνυτ';
ἢ σιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ; Σωκράτης 250 βούλει τὰ θεῖα πράγματ' εἰδέναι σαφῶς
ἅττ' ἐστὶν ὀρθῶς; Στρεψιάδης νὴ Δί' εἴπερ ἔστι γε. Σωκράτης καὶ ξυγγενέσθαι ταῖς
Νεφέλαισιν ἐς λόγους, ταῖς ἡμετέραισι δαίμοσιν; Στρεψιάδης μάλιστά γε. Σωκράτης
κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα. Στρεψιάδης 255 ἰδοὺ κάθημαι. Σωκράτης τουτονὶ
τοίνυν λαβὲ τὸν στέφανον. Στρεψιάδης ἐπὶ τί στέφανον; οἴμοι Σώκρατες ὥσπερ με τὸν
Ἀθάμανθ' ὅπως μὴ θύσετε. Σωκράτης οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένους ἡμεῖς ποιοῦμεν.
Στρεψιάδης εἶτα δὴ τί κερδανῶ; Σωκράτης 260 λέγειν γενήσει τρῖμμα κρόταλον παιπάλη.
ἀλλ' ἔχ' ἀτρεμί.
Στρεψιάδης μὰ τὸν Δί' οὐ ψεύσει γέ με: καταπαττόμενος γὰρ παιπάλη
γενήσομαι. Σωκράτης εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν. ὦ δέσποτ'
ἄναξ ἀμέτρητ' Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον, 265 λαμπρός τ' Αἰθὴρ σεμναί τε θεαὶ
Νεφέλαι βροντησικέραυνοι, ἄρθητε φάνητ' ὦ δέσποιναι τῷ φροντιστῇ μετέωροι. Στρεψιάδης
μήπω μήπω γε πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ. τὸ δὲ μηδὲ+ κυνῆν+ οἴκοθεν+
ἐλθεῖν+ ἐμὲ+ τὸν κακοδαίμον'+ ἔχοντα+. Σωκράτης ἔλθετε δῆτ' ὦ πολυτίμητοι Νεφέλαι
τῷδ' εἰς ἐπίδειξιν: 270 εἴτ' ἐπ' Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε,
εἴτ' Ὠκεανοῦ+ πατρὸς+ ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις, εἴτ' ἄρα Νείλου προχοαῖς
ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν, ἢ Μαιῶτιν+ λίμνην+ ἔχετ' ἢ σκόπελον νιφόεντα
Μίμαντος: ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.
Χορός 275 ἀέναοι
Νεφέλαι ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον, πατρὸς ἀπ' Ὠκεανοῦ+ βαρυαχέος ὑψηλῶν
ὀρέων κορυφὰς ἐπὶ 280 δενδροκόμους, ἵνα τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα, καρπούς τ'
ἀρδομέναν ἱερὰν χθόνα, καὶ ποταμῶν ζαθέων κελαδήματα, καὶ πόντον κελάδοντα βαρύβρομον:
285 ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται μαρμαρέαις ἐν αὐγαῖς. ἀλλ' ἀποσεισάμεναι
νέφος ὄμβριον ἀθανάτας ἰδέας ἐπιδώμεθα 290 τηλεσκόπῳ ὄμματι γαῖαν.
Σωκράτης ὦ μέγα
σεμναὶ Νεφέλαι φανερῶς ἠκούσατέ μου καλέσαντος. ᾔσθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης
θεοσέπτου; Στρεψιάδης καὶ σέβομαί γ' ὦ πολυτίμητοι καὶ βούλομαι ἀνταποπαρδεῖν πρὸς
τὰς βροντάς: οὕτως αὐτὰς τετρεμαίνω καὶ πεφόβημαι: 295 κεἰ θέμις ἐστίν, νυνί γ'
ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω. Σωκράτης οὐ μὴ σκώψει μηδὲ++ ποιήσεις ἅπερ+ οἱ τρυγοδαίμονες+
οὗτοι+, ἀλλ'+ εὐφήμει++: μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς.
Χορός παρθένοι
ὀμβροφόροι 300 ἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον γᾶν Κέκροπος ὀψόμεναι πολυήρατον:
οὗ σέβας ἀρρήτων ἱερῶν, ἵνα μυστοδόκος δόμος ἐν τελεταῖς ἁγίαις ἀναδείκνυται, 305
οὐρανίοις τε θεοῖς δωρήματα, ναοί θ' ὑψερεφεῖς καὶ ἀγάλματα, καὶ πρόσοδοι μακάρων
ἱερώταται, εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε, 310 παντοδαπαῖς ἐν ὥραις, ἦρί τ'
ἐπερχομένῳ Βρομία χάρις, εὐκελάδων τε χορῶν ἐρεθίσματα, καὶ μοῦσα βαρύβρομος αὐλῶν.
Στρεψιάδης πρὸς τοῦ Διὸς ἀντιβολῶ σε φράσον, τίνες εἴσ' ὦ Σώκρατες αὗται 315 αἱ
φθεγξάμεναι τοῦτο τὸ σεμνόν; μῶν ἡρῷναί τινές εἰσιν; Σωκράτης ἥκιστ' ἀλλ' οὐράνιαι
Νεφέλαι+ μεγάλαι θεαὶ ἀνδράσιν ἀργοῖς: αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσιν
καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν. Στρεψιάδης ταῦτ' ἄρ' ἀκούσασ'
αὐτῶν τὸ φθέγμ' ἡ ψυχή μου πεπότηται, 320 καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ
στενολεσχεῖν, καὶ γνωμιδίῳ γνώμην νύξασ' ἑτέρῳ λόγῳ ἀντιλογῆσαι: ὥστ' εἴ πως ἔστιν
ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ. Σωκράτης βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθ': ἤδη
γὰρ ὁρῶ κατιούσας ἡσυχῇ αὐτάς. Στρεψιάδης φέρε ποῦ; δεῖξον. Σωκράτης χωροῦσ' αὗται
πάνυ πολλαὶ 325 διὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι. Στρεψιάδης τί τὸ χρῆμα;
ὡς οὐ καθορῶ. Σωκράτης παρὰ τὴν εἴσοδον. Στρεψιάδης ἤδη νυνὶ μόλις οὕτως. Σωκράτης
νῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ λημᾷς κολοκύνταις. Στρεψιάδης νὴ Δί' ἔγωγ',
ὦ πολυτίμητοι: πάντα γὰρ ἤδη κατέχουσιν. Σωκράτης ταύτας μέντοι σὺ θεὰς οὔσας οὐκ
ᾔδησθ' οὐδ' ἐνόμιζες; Στρεψιάδης 330 μὰ Δί' ἀλλ' ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην
καὶ καπνὸν εἶναι. Σωκράτης οὐ γὰρ μὰ Δί' οἶσθ' ὁτιὴ πλείστους αὗται βόσκουσι σοφιστάς,
Θουριομάντεις ἰατροτέχνας σφραγιδονυχαργοκομήτας, κυκλίων τε χορῶν ᾀσματοκάμπτας
ἄνδρας μετεωροφένακας, οὐδὲν δρῶντας βόσκουσ' ἀργούς, ὅτι ταύτας μουσοποιοῦσιν.
Στρεψιάδης 335 ταῦτ' ἄρ' ἐποίουν ὑγρᾶν Νεφελᾶν στρεπταιγλᾶν δάιον ὁρμάν, πλοκάμους
θ' ἑκατογκεφάλα Τυφῶ πρημαινούσας τε θυέλλας, εἶτ' ἀερίας διεράς, γαμψοὺς οἰωνοὺς
ἀερονηχεῖς, ὄμβρους θ' ὑδάτων δροσερᾶν Νεφελᾶν: εἶτ' ἀντ' αὐτῶν κατέπινον κεστρᾶν
τεμάχη μεγαλᾶν ἀγαθᾶν κρέα τ' ὀρνίθεια κιχηλᾶν. Σωκράτης 340 διὰ μέντοι τάσδ' οὐχὶ
δικαίως; Στρεψιάδης λέξον δή μοι, τί παθοῦσαι+, εἴπερ+ νεφέλαι γ' εἰσὶν+ ἀληθῶς+,
θνηταῖς+ εἴξασι+ γυναιξίν+; οὐ γὰρ ἐκεῖναί γ' εἰσὶ τοιαῦται. Σωκράτης φέρε ποῖαι
γάρ τινές εἰσιν; Στρεψιάδης οὐκ οἶδα σαφῶς: εἴξασιν γοῦν ἐρίοισιν πεπταμένοισιν,
κοὐχὶ γυναιξὶν μὰ Δἴ οὐδ' ὁτιοῦν: αὗται δὲ ῥῖνας ἔχουσιν. Σωκράτης 345 ἀπόκριναί
νυν ἅττ' ἂν ἔρωμαι. Στρεψιάδης λέγε νυν ταχέως ὅ τι βούλει. Σωκράτης ἤδη ποτ' ἀναβλέψας
εἶδες νεφέλην κενταύρῳ ὁμοίαν, ἢ παρδάλει ἢ λύκῳ ἢ ταύρῳ; Στρεψιάδης νὴ Δἴ ἔγωγ'.
εἶτα τί τοῦτο; Σωκράτης γίγνονται πάνθ' ὅ τι βούλονται: κᾆτ' ἢν μὲν ἴδωσι κομήτην
ἄγριόν τινα τῶν λασίων τούτων, οἷόνπερ τὸν Ξενοφάντου, σκώπτουσαι τὴν μανίαν αὐτοῦ
κενταύροις ᾔκασαν αὑτάς. Στρεψιάδης τί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα,
τί δρῶσιν; Σωκράτης ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο. Στρεψιάδης
ταῦτ' ἄρα ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς ἰδοῦσαι, ὅτι δειλότατον τοῦτον
ἑώρων, ἔλαφοι διὰ τοῦτ' ἐγένοντο. Σωκράτης 355 καὶ νῦν γ' ὅτι Κλεισθένη εἶδον, ὁρᾷς,
διὰ τοῦτ' ἐγένοντο γυναῖκες.
Στρεψιάδης χαίρετε τοίνυν ὦ δέσποιναι: καὶ νῦν, εἴπερ
τινὶ κἄλλῳ, οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, ὦ παμβασίλειαι. Χορός χαῖρ' ὦ πρεσβῦτα
παλαιογενὲς θηρατὰ λόγων φιλομούσων, σύ τε λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς
ὅ τι χρῄζεις: 360 οὐ γὰρ ἂν ἄλλῳ γ' ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν πλὴν ἢ
Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δέ, ὅτι βρενθύει τ' ἐν ταῖσιν ὁδοῖς
καὶ τὠφθαλμὼ παραβάλλεις, κἀνυπόδητος κακὰ πόλλ' ἀνέχει κἀφ' ἡμῖν σεμνοπροσωπεῖς.
Στρεψιάδης ὦ γῆ τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες. Σωκράτης 365 αὗται
γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντ' ἐστὶ φλύαρος. Στρεψιάδης ὁ Ζεὺς δ' ἡμῖν,
φέρε πρὸς τῆς γῆς, οὑλύμπιος οὐ θεός ἐστιν; Σωκράτης ποῖος Ζεύς++; οὐ μὴ ληρήσεις:
οὐδ'+ ἔστι+ Ζεύς. Στρεψιάδης τί λέγεις σύ; ἀλλὰ τίς ὕει+; τουτὶ γὰρ ἔμοιγ' ἀπόφηναι
πρῶτον ἁπάντων. Σωκράτης αὗται δήπου: μεγάλοις δέ σ' ἐγὼ σημείοις αὐτὸ διδάξω. φέρε
ποῦ γὰρ πώποτ' ἄνευ Νεφελῶν ὕοντ' ἤδη τεθέασαι; καίτοι χρῆν αἰθρίας ὕειν αὐτόν,
ταύτας δ' ἀποδημεῖν. Στρεψιάδης νὴ τὸν Ἀπόλλω+ τοῦτό γέ τοι δὴ τῷ νῦν λόγῳ εὖ προσέφυσας:
καίτοι πρότερον τὸν Δἴ ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν. ἀλλ' ὅστις ὁ βροντῶν ἐστι
φράσον: τοῦτό με ποιεῖ τετρεμαίνειν. Σωκράτης 375 αὗται βροντῶσι κυλινδόμεναι. Στρεψιάδης
τῷ τρόπῳ ὦ πάντα σὺ τολμῶν; Σωκράτης ὅταν ἐμπλησθῶσ' ὕδατος πολλοῦ κἀναγκασθῶσι
φέρεσθαι, κατακρημνάμεναι πλήρεις ὄμβρου δι' ἀνάγκην, εἶτα βαρεῖαι εἰς ἀλλήλας ἐμπίπτουσαι
ῥήγνυνται καὶ παταγοῦσιν. Στρεψιάδης ὁ δ' ἀναγκάζων ἐστὶ τίς αὐτάς, οὐχ ὁ Ζεύς,
ὥστε φέρεσθαι; Σωκράτης 380 ἥκιστ' ἀλλ' αἰθέριος Δῖνος. Στρεψιάδης Δῖνος; τουτί
μ' ἐλελήθειν, ὁ Ζεὺς οὐκ ὤν, ἀλλ' ἀντ' αὐτοῦ Δῖνος νυνὶ βασιλεύων. ἀτὰρ οὐδέν πω
περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μ' ἐδίδαξας. Σωκράτης οὐκ ἤκουσάς μου τὰς Νεφέλας
ὕδατος μεστὰς ὅτι φημὶ ἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα; Στρεψιάδης
385 φέρε τουτὶ τῷ χρὴ πιστεύειν; Σωκράτης ἀπὸ σαυτοῦ 'γώ σε διδάξω. ἤδη ζωμοῦ Παναθηναίοις
ἐμπλησθεὶς εἶτ' ἐταράχθης τὴν γαστέρα, καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν;
Στρεψιάδης νὴ τὸν Ἀπόλλω καὶ δεινὰ ποιεῖ γ' εὐθύς μοι, καὶ τετάρακται χὤσπερ βροντὴ
τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν: 390 ἀτρέμας πρῶτον παππὰξ παππάξ, κἄπειτ'
ἐπάγει παπαπαππάξ, χὤταν χέζω, κομιδῇ βροντᾷ παπαπαππὰξ ὥσπερ ἐκεῖναι.
Σωκράτης
σκέψαι τοίνυν ἀπὸ γαστριδίου τυννουτουὶ οἷα πέπορδας: τὸν δ' Ἀέρα τόνδ' ὄντ' ἀπέραντον
πῶς οὐκ εἰκὸς μέγα βροντᾶν; Στρεψιάδης ταῦτ' ἄρα καὶ τὠνόματ' ἀλλήλοιν βροντὴ καὶ
πορδὴ ὁμοίω. 395 ἀλλ' ὁ κεραυνὸς πόθεν αὖ φέρεται λάμπων πυρί, τοῦτο δίδαξον, καὶ
καταφρύγει βάλλων ἡμᾶς, τοὺς δὲ ζῶντας περιφλύει; τοῦτον γὰρ δὴ φανερῶς ὁ Ζεὺς ἵησ'
ἐπὶ τοὺς ἐπιόρκους. Σωκράτης καὶ πῶς ὦ μῶρε σὺ καὶ Κρονίων ὄζων καὶ βεκκεσέληνε,
εἴπερ βάλλει τοὺς ἐπιόρκους, δῆτ' οὐχὶ Σίμων' ἐνέπρησεν 400 οὐδὲ Κλεώνυμον οὐδὲ
Θέωρον; καίτοι σφόδρα γ' εἴσ' ἐπίορκοι: ἀλλὰ τὸν αὑτοῦ γε νεὼν βάλλει καὶ Σούνιον
ἄκρον Ἀθηνέων καὶ τὰς δρῦς τὰς μεγάλας: τί μαθών; οὐ γὰρ δὴ δρῦς γ' ἐπιορκεῖ. Στρεψιάδης
οὐκ οἶδ': ἀτὰρ εὖ σὺ λέγειν φαίνει+. τί γάρ ἐστιν δῆθ' ὁ κεραυνός; Σωκράτης ὅταν
ἐς ταύτας ἄνεμος ξηρὸς μετεωρισθεὶς κατακλῃσθῇ, ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ,
κἄπειθ' ὑπ' ἀνάγκης ῥήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα, ὑπὸ τοῦ ῥοίβδου
καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν κατακάων. Στρεψιάδης νὴ Δἴ ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί
ποτε Διασίοισιν ὀπτῶν γαστέρα τοῖς συγγενέσιν, κᾆτ' οὐκ ἔσχων ἀμελήσας: 410 ἡ δ'
ἄρ' ἐφυσᾶτ', εἶτ' ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼ τὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν
τὸ πρόσωπον. Χορός ὦ τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε παρ' ἡμῶν, ὡς εὐδαίμων
ἐν Ἀθηναίοις καὶ τοῖς Ἕλλησι+ γενήσει, εἰ μνήμων εἶ καὶ φροντιστὴς καὶ τὸ ταλαίπωρον
ἔνεστιν 415 ἐν τῇ ψυχῇ, καὶ μὴ κάμνεις μήθ' ἑστὼς μήτε βαδίζων, μήτε ῥιγῶν ἄχθει
λίαν μήτ' ἀριστᾶν ἐπιθυμεῖς, οἴνου τ' ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων,
καὶ βέλτιστον τοῦτο νομίζεις, ὅπερ εἰκὸς δεξιὸν ἄνδρα, νικᾶν πράττων καὶ βουλεύων
καὶ τῇ γλώττῃ πολεμίζων. Στρεψιάδης 420 ἀλλ' οὕνεκά γε ψυχῆς στερρᾶς δυσκολοκοίτου
τε μερίμνης καὶ φειδωλοῦ καὶ τρυσιβίου γαστρὸς καὶ θυμβρεπιδείπνου, ἀμέλει θαρρῶν
οὕνεκα τούτων ἐπιχαλκεύειν παρέχοιμ' ἄν. Σωκράτης ἄλλο τι δῆτ' οὖν νομιεῖς ἤδη θεὸν
οὐδένα πλὴν ἅπερ ἡμεῖς, τὸ Χάος τουτὶ καὶ τὰς Νεφέλας καὶ τὴν γλῶτταν, τρία ταυτί;
Στρεψιάδης 425 οὐδ' ἂν διαλεχθείην γ' ἀτεχνῶς τοῖς ἄλλοις οὐδ' ἂν ἀπαντῶν: οὐδ'
ἂν θύσαιμ', οὐδ' ἂν σπείσαιμ', οὐδ' ἐπιθείην λιβανωτόν. Χορός λέγε νυν ἡμῖν ὅ τι
σοι δρῶμεν θαρρῶν, ὡς οὐκ ἀτυχήσεις ἡμᾶς τιμῶν καὶ θαυμάζων καὶ ζητῶν δεξιὸς εἶναι.
Στρεψιάδης ὦ δέσποιναι δέομαι τοίνυν ὑμῶν τουτὶ πάνυ μικρόν, 430 τῶν Ἑλλήνων εἶναί
με λέγειν ἑκατὸν σταδίοισιν ἄριστον. Χορός ἀλλ' ἔσται σοι τοῦτο παρ' ἡμῶν: ὥστε
τὸ λοιπόν γ' ἀπὸ τουδὶ ἐν τῷ δήμῳ γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ. Στρεψιάδης
μὴ 'μοί γε λέγειν γνώμας μεγάλας: οὐ γὰρ τούτων ἐπιθυμῶ, ἀλλ' ὅσ' ἐμαυτῷ στρεψοδικῆσαι
καὶ τοὺς χρήστας διολισθεῖν. Χορός 435 τεύξει τοίνυν ὧν ἱμείρεις: οὐ γὰρ μεγάλων
ἐπιθυμεῖς. ἀλλὰ σεαυτὸν θαρρῶν παράδος τοῖς ἡμετέροις προπόλοισιν.
Στρεψιάδης δράσω
ταῦθ' ὑμῖν πιστεύσας: ἡ γὰρ ἀνάγκη με πιέζει διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ
τὸν γάμον ὅς μ' ἐπέτριψεν. νῦν οὖν ἀτεχνῶς ὅ τι βούλονται+ 440 τουτὶ τοὐμὸν σῶμ'
αὐτοῖσιν παρέχω, τύπτειν πεινῆν διψῆν αὐχμεῖν ῥιγῶν ἀσκὸν δείρειν, εἴπερ τὰ χρέα
διαφευξοῦμαι, τοῖς τ' ἀνθρώποις εἶναι δόξω 445 θρασὺς εὔγλωττος τολμηρὸς ἴτης βδελυρὸς
ψευδῶν συγκολλητὴς εὑρησιεπὴς περίτριμμα δικῶν+ κύρβις κρόταλον κίναδος τρύμη μάσθλης
εἴρων γλοιὸς ἀλαζὼν 450 κέντρων μιαρὸς στρόφις ἀργαλέος ματιολοιχός: ταῦτ' εἴ με
καλοῦσ' ἁπαντῶντες, δρώντων ἀτεχνῶς ὅ τι χρῄζουσιν, κεἰ βούλονται 455 νὴ τὴν Δήμητρ'
ἔκ μου χορδὴν τοῖς φροντισταῖς παραθέντων.
Χορός λῆμα μὲν πάρεστι τῷδέ γ' οὐκ ἄτολμον
ἀλλ' ἕτοιμον. ἴσθι δ' ὡς 460 ταῦτα μαθὼν παρ' ἐμοῦ κλέος οὐρανόμηκες+ ἐν βροτοῖσιν
ἕξεις. Στρεψιάδης τί πείσομαι+; Χορός τὸν πάντα χρόνον+ μετ' ἐμοῦ 465 ζηλωτότατον
βίον ἀνθρώπων διάξεις. Στρεψιάδης ἆρά γε τοῦτ' ἄρ' ἐγώ ποτ' ὄψομαι; Χορός ὥστε γέ
σου πολλοὺς ἐπὶ ταῖσι θύραις ἀεὶ καθῆσθαι, 470 βουλομένους ἀνακοινοῦσθαί τε καὶ
ἐς λόγον ἐλθεῖν πράγματα κἀντιγραφὰς πολλῶν ταλάντων, 475 ἄξια σῇ φρενὶ συμβουλευσομένους
μετὰ σοῦ.
Χορός ἀλλ'+++ ἐγχείρει τὸν πρεσβύτην ὅ τι περ μέλλεις προδιδάσκειν, καὶ
διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ. Σωκράτης ἄγε δὴ κάτειπε+́ μοι σὺ
τὸν σαυτοῦ τρόπον, ἵν' αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς 480 ἤδη 'πὶ τούτοις πρὸς σὲ
καινὰς προσφέρω. Στρεψιάδης τί δέ; τειχομαχεῖν μοι διανοεῖ πρὸς τῶν θεῶν; Σωκράτης
οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι. ἦ μνημονικὸς εἶ; Στρεψιάδης δύο τρόπω νὴ
τὸν Δία: ἢν μὲν γὰρ ὀφείληταί τί μοι, μνήμων πάνυ: 485 ἐὰν δ' ὀφείλω, σχέτλιος,
ἐπιλήσμων πάνυ. Σωκράτης ἔνεστι δῆτα μανθάνειν ἐν τῇ φύσει; Στρεψιάδης λέγειν μὲν
οὐκ ἔνεστ', ἀποστερεῖν δ' ἔνι. Σωκράτης πῶς οὖν δυνήσει μανθάνειν; Στρεψιάδης ἀμέλει
καλῶς. Σωκράτης ἄγε νυν ὅπως+, ὅταν τι προβάλλω σοι σοφὸν 490 περὶ τῶν μετεώρων,
εὐθέως+ ὑφαρπάσει+. Στρεψιάδης τί δαί; κυνηδὸν τὴν σοφίαν σιτήσομαι; Σωκράτης ἄνθρωπος
ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος. δέδοικά σ' ὦ πρεσβῦτα μὴ πληγῶν+ δέει+++. φέρ'+ ἴδω+
τί δρᾷς+, ἤν τίς σε τύπτῃ+; Στρεψιάδης τύπτομαι+, 495 ἔπειτ' ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι,
εἶτ' αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι. Σωκράτης ἴθι+ νυν κατάθου θοἰμάτιον+. Στρεψιάδης
ἠδίκηκά τι, Σωκράτης οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται. Στρεψιάδης ἀλλ' οὐχὶ
φωράσων ἔγωγ' εἰσέρχομαι. Σωκράτης 500 κατάθου. τί ληρεῖς; Στρεψιάδης εἰπὲ δή νύν
μοι: Σωκράτης τὸ τί; Στρεψιάδης ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω, τῷ τῶν μαθητῶν
ἐμφερὴς γενήσομαι; Σωκράτης οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν. Στρεψιάδης οἴμοι
κακοδαίμων ἡμιθνὴς γενήσομαι. Σωκράτης 505 οὐ μὴ λαλήσεις+++, ἀλλ' ἀκολουθήσεις+++
ἐμοὶ ἀνύσας τι δευρὶ θᾶττον; Στρεψιάδης ἐς τὼ χεῖρέ νυν δός μοι μελιτοῦτταν πρότερον:
ὡς δέδοικ' ἐγὼ εἴσω καταβαίνων ὥσπερ ἐς Τροφωνίου. Σωκράτης χώρει: τί κυπτάζεις+
ἔχων+ περὶ τὴν θύραν;
Χορός 510 ἀλλ' ἴθι χαίρων τῆς ἀνδρείας οὕνεκα ταύτης. εὐτυχία
γένοιτο τἀνθρώπῳ, ὅτι προήκων ἐς βαθὺ τῆς ἡλικίας 515 νεωτέροις τὴν φύσιν αὑτοῦ
πράγμασιν χρωτίζεται καὶ σοφίαν ἐπασκεῖ.
ὦ θεώμενοι+ κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως
τἀληθῆ νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με. 520 οὕτω νικήσαιμι+́+ τ' ἐγὼ+ καὶ νομιζοίμην+
σοφός++, ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς καὶ ταύτην σοφώτατ' ἔχειν τῶν ἐμῶν
κωμῳδιῶν, πρώτους ἠξίωσ' ἀναγεῦσ' ὑμᾶς, ἣ παρέσχε μοι ἔργον πλεῖστον: εἶτ' ἀνεχώρουν
ὑπ' ἀνδρῶν φορτικῶν 525 ἡττηθεὶς οὐκ ἄξιος ὤν: ταῦτ' οὖν ὑμῖν μέμφομαι+ τοῖς σοφοῖς,
ὧν οὕνεκ' ἐγὼ ταῦτ' ἐπραγματευόμην. ἀλλ' οὐδ' ὣς ὑμῶν ποθ' ἑκὼν προδώσω τοὺς δεξιούς.
ἐξ ὅτου γὰρ ἐνθάδ' ὑπ' ἀνδρῶν, οἷς ἡδὺ καὶ λέγειν, ὁ σώφρων τε χὠ καταπύγων ἄριστ'
ἠκουσάτην, 530 κἀγώ, παρθένος γὰρ ἔτ' ἦν, κοὐκ ἐξῆν πώ μοι τεκεῖν, ἐξέθηκα, παῖς
δ' ἑτέρα τις λαβοῦσ' ἀνείλετο, ὑμεῖς δ' ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε: ἐκ τούτου
μοι πιστὰ παρ' ὑμῖν γνώμης ἔσθ' ὅρκια. νῦν οὖν Ἠλέκτραν κατ' ἐκείνην ἥδ' ἡ κωμῳδία
535 ζητοῦσ' ἦλθ', ἤν που 'πιτύχῃ θεαταῖς οὕτω σοφοῖς: γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ
τὸν βόστρυχον. ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθ': ἥτις πρῶτα μὲν οὐδὲν ἦλθε ῥαψαμένη
σκυτίον καθειμένον ἐρυθρὸν ἐξ ἄκρου παχύ, τοῖς παιδίοις ἵν' ᾖ γέλως: 540 οὐδ' ἔσκωψε
τοὺς φαλακρούς, οὐδὲ κόρδαχ' εἵλκυσεν, οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῇ βακτηρίᾳ τύπτει
τὸν παρόντ' ἀφανίζων πονηρὰ σκώμματα, οὐδ' εἰσῇξε δᾷδας ἔχουσ', οὐδ' ἰοὺ ἰοὺ βοᾷ,
ἀλλ' αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύουσ' ἐλήλυθεν. 545 κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποιητὴς
οὐ κομῶ, οὐδ' ὑμᾶς ζητῶ 'ξαπατᾶν δὶς καὶ τρὶς ταὔτ' εἰσάγων, ἀλλ' ἀεὶ καινὰς ἰδέας
ἐσφέρων σοφίζομαι, οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς: ὃς μέγιστον ὄντα Κλέων'
ἔπαισ' ἐς τὴν γαστέρα, 550 κοὐκ ἐτόλμησ' αὖθις ἐπεμπηδῆσ' αὐτῷ κειμένῳ. οὗτοι δ',
ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος, τοῦτον δείλαιον κολετρῶσ' ἀεὶ καὶ τὴν μητέρα.
Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς
κακῶς, 555 προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχ', ἣν Φρύνιχος πάλαι πεποίηχ',
ἣν τὸ κῆτος ἤσθιεν. εἶθ' Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον, ἄλλοι τ' ἤδη πάντες
ἐρείδουσιν εἰς Ὑπέρβολον, τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι. 560 ὅστις
οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω: ἢν δ' ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθ'
εὑρήμασιν, ἐς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.
Χορός ὑψιμέδοντα μὲν θεῶν
Ζῆνα τύραννον ἐς χορὸν 565 πρῶτα μέγαν κικλήσκω: τόν τε μεγασθενῆ τριαίνης ταμίαν,
γῆς τε καὶ ἁλμυρᾶς θαλάσσης ἄγριον μοχλευτήν: καὶ μεγαλώνυμον ἡμέτερον πατέρ' 570
Αἰθέρα σεμνότατον βιοθρέμμονα πάντων: τόν θ' ἱππονώμαν, ὃς ὑπερλάμπροις ἀκτῖσιν
κατέχει γῆς πέδον μέγας ἐν θεοῖς ἐν θνητοῖσί τε δαίμων.
Χορός 575 ὦ σοφώτατοι θεαταὶ
δεῦρο τὸν νοῦν προσέχετε. ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθ' ἐναντίον: πλεῖστα γὰρ θεῶν
ἁπάντων ὠφελούσαις τὴν πόλιν, δαιμόνων ἡμῖν μόναις οὐ θύετ' οὐδὲ σπένδετε, αἵτινες
τηροῦμεν ὑμᾶς. ἢν γὰρ ᾖ τις ἔξοδος 580 μηδενὶ ξὺν νῷ, τότ' ἢ βροντῶμεν ἢ ψακάζομεν.
εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα ἡνίχ' ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς
συνήγομεν κἀποιοῦμεν δεινά, βροντὴ δ' ἐρράγη δι' ἀστραπῆς: ἡ σελήνη δ' ἐξέλειπε
τὰς ὁδούς, ὁ δ' ἥλιος 585 τὴν θρυαλλίδ' εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας οὐ φανεῖν ἔφασκεν
ὑμῖν, εἰ στρατηγήσει Κλέων. ἀλλ' ὅμως εἵλεσθε τοῦτον. φασὶ γὰρ δυσβουλίαν τῇδε τῇ
πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεοὺς ἅττ' ἂν ὑμεῖς ἐξαμάρτητ' ἐπὶ τὸ βέλτιον
τρέπειν. 590 ὡς δὲ καὶ τοῦτο ξυνοίσει ῥᾳδίως διδάξομεν: ἢν Κλέωνα τὸν λάρον δώρων
ἑλόντες καὶ κλοπῆς εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα, αὖθις ἐς τἀρχαῖον ὑμῖν,
εἴ τι κἀξημάρτετε, 594 ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει συνοίσεται.
ἀμφί μοι αὖτε
Φοῖβ' ἄναξ Δήλιε Κυνθίαν ἔχων ὑψικέρατα πέτραν, ἥ τ' Ἐφέσου μάκαιρα πάγχρυσον ἔχεις
600 οἶκον ἐν ᾧ κόραι σε Λυδῶν μεγάλως σέβουσιν, ἥ τ' ἐπιχώριος ἡμετέρα θεὸς αἰγίδος
ἡνίοχος πολιοῦχος Ἀθάνα, Παρνασσίαν θ' ὃς κατέχων πέτραν σὺν πεύκαις σελαγεῖ 605
Βάκχαις Δελφίσιν ἐμπρέπων, κωμαστὴς Διόνυσος.
Χορός ἡνίχ' ἡμεῖς δεῦρ' ἀφορμᾶσθαι
παρεσκευάσμεθα, ἡ σελήνη συντυχοῦσ' ἡμῖν ἐπέστειλεν φράσαι, πρῶτα μὲν χαίρειν Ἀθηναίοισι
καὶ τοῖς ξυμμάχοις: 610 εἶτα θυμαίνειν ἔφασκε: δεινὰ γὰρ πεπονθέναι ὠφελοῦσ' ὑμᾶς
ἅπαντας οὐ λόγοις ἀλλ' ἐμφανῶς. πρῶτα μὲν τοῦ μηνὸς ἐς δᾷδ' οὐκ ἔλαττον ἢ δραχμήν,
ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας, ‘μὴ πρίῃ+ παῖ δᾷδ', ἐπειδὴ φῶς σεληναίας
καλόν.’ 615 ἄλλα τ' εὖ δρᾶν φησιν, ὑμᾶς δ' οὐκ ἄγειν τὰς ἡμέρας οὐδὲν ὀρθῶς, ἀλλ'
ἄνω τε καὶ κάτω κυδοιδοπᾶν: ὥστ' ἀπειλεῖν φησιν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε ἡνίκ' ἂν
ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε, τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν.
620 κᾆθ' ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε: πολλάκις δ' ἡμῶν ἀγόντων τῶν θεῶν
ἀπαστίαν, ἡνίκ' ἂν πενθῶμεν ἢ τὸν Μέμνον' ἢ Σαρπηδόνα, σπένδεθ' ὑμεῖς καὶ γελᾶτ':
ἀνθ' ὧν λαχὼν Ὑπέρβολος τῆτες ἱερομνημονεῖν, κἄπειθ' ὑφ' ἡμῶν τῶν θεῶν 625 τὸν στέφανον
ἀφῃρέθη: μᾶλλον γὰρ οὕτως εἴσεται κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας.
Σωκράτης μὰ τὴν Ἀναπνοὴν μὰ τὸ Χάος μὰ τὸν Ἀέρα οὐκ εἶδον οὕτως ἄνδρ' ἄγροικον οὐδένα
οὐδ' ἄπορον οὐδὲ σκαιὸν οὐδ' ἐπιλήσμονα: 630 ὅστις σκαλαθυρμάτι' ἄττα μικρὰ μανθάνων
ταῦτ' ἐπιλέλησται πρὶν μαθεῖν: ὅμως γε μὴν αὐτὸν καλῶ θύραζε δευρὶ πρὸς τὸ φῶς.
ποῦ Στρεψιάδης; ἔξει τὸν ἀσκάντην λαβών; Στρεψιάδης ἀλλ' οὐκ ἐῶσί μ' ἐξενεγκεῖν
οἱ κόρεις. Σωκράτης 635 ἀνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν. Στρεψιάδης ἰδού.
Σωκράτης ἄγε δὴ τί βούλει πρῶτα νυνὶ μανθάνειν ὧν οὐκ ἐδιδάχθης πώποτ' οὐδέν; εἰπέ
μοι. πότερα περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν; Στρεψιάδης περὶ τῶν μέτρων ἔγωγ':
ἔναγχος γάρ ποτε 640 ὑπ' ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ. Σωκράτης οὐ τοῦτ'+ ἐρωτῶ+
σ', ἀλλ' ὅ τι κάλλιστον μέτρον ἡγεῖ: πότερα τὸ τρίμετρον ἢ τὸ τετράμετρον; Στρεψιάδης
ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιεκτέου. Σωκράτης οὐδὲν λέγεις ὦνθρωπε. Στρεψιάδης περίδου
νυν ἐμοί, 645 εἰ μὴ τετράμετρόν ἐστιν ἡμιεκτέον. Σωκράτης ἐς κόρακας, ὡς ἄγροικος
εἶ καὶ δυσμαθής. ταχύ γ' ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν. Στρεψιάδης τί δέ μ' ὠφελήσουσ'
οἱ ῥυθμοὶ πρὸς τἄλφιτα; Σωκράτης πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ, 650 ἐπαί̈ονθ'
ὁποῖός ἐστι τῶν ῥυθμῶν κατ' ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον. Στρεψιάδης κατὰ
δάκτυλον; νὴ τὸν Δί', ἀλλ' οἶδ'. Σωκράτης εἰπὲ δή. Στρεψιάδης τίς ἄλλος ἀντὶ τουτουὶ
τοῦ δακτύλου; πρὸ τοῦ μέν, ἔτ' ἐμοῦ παιδὸς ὄντος, οὑτοσί. Σωκράτης 655 ἀγρεῖος εἶ
καὶ σκαιός. Στρεψιάδης οὐ γὰρ ᾠζυρὲ τούτων ἐπιθυμῶ μανθάνειν οὐδέν. Σωκράτης τί
δαί; Στρεψιάδης ἐκεῖν' ἐκεῖνο, τὸν ἀδικώτατον λόγον.
Σωκράτης ἀλλ' ἕτερα δεῖ σε
πρότερα τούτου μανθάνειν, τῶν τετραπόδων ἅττ' ἐστὶν ὀρθῶς ἄρρενα. Στρεψιάδης 660
ἀλλ' οἶδ' ἔγωγε τἄρρεν', εἰ μὴ μαίνομαι: κριὸς τράγος ταῦρος κύων ἀλεκτρυών. Σωκράτης
ὁρᾷς ὃ πάσχεις; τήν τε θήλειαν καλεῖς ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα. Στρεψιάδης
πῶς δὴ φέρ'; Σωκράτης ὅπως; ἀλεκτρυὼν κἀλεκτρυών. Στρεψιάδης 665 νὴ τὸν Ποσειδῶ.
νῦν δὲ πῶς με χρὴ καλεῖν; Σωκράτης ἀλεκτρύαιναν, τὸν δ' ἕτερον ἀλέκτορα. Στρεψιάδης
ἀλεκτρύαιναν; εὖ γε νὴ τὸν Ἀέρα: ὥστ' ἀντὶ τούτου τοῦ διδάγματος μόνου διαλφιτώσω
σου κύκλῳ τὴν κάρδοπον. Σωκράτης 670 ἰδοὺ μάλ' αὖθις τοῦθ' ἕτερον: τὴν κάρδοπον
ἄρρενα καλεῖς θήλειαν οὖσαν. Στρεψιάδης τῷ τρόπῳ ἄρρενα καλῶ 'γὼ κάρδοπον; Σωκράτης
μάλιστά γε, ὥσπερ γε καὶ Κλεώνυμον. Στρεψιάδης πῶς δή; φράσον. Σωκράτης ταὐτὸν δύναταί
σοι κάρδοπος Κλεωνύμῳ. Στρεψιάδης 675 ἀλλ' ὦγάθ' οὐδ' ἦν κάρδοπος Κλεωνύμῳ, ἀλλ'
ἐν θυείᾳ στρογγύλῃ γ' ἂν ἐμάττετο. ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν; Σωκράτης ὅπως;
τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην. Στρεψιάδης τὴν καρδόπην θήλειαν; Σωκράτης
ὀρθῶς γὰρ λέγεις. Στρεψιάδης 680 ἐκεῖνο+ δ' ἦν ἄν, καρδόπη+, Κλεωνύμη+. Σωκράτης
ἔτι δή γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ, ἅττ' ἄρρεν' ἐστίν, ἅττα δ' αὐτῶν θήλεα.
Στρεψιάδης ἀλλ' οἶδ' ἔγωγ' ἃ θήλε' ἐστίν. Σωκράτης εἰπὲ δή. Στρεψιάδης Λύσιλλα Φίλιννα
Κλειταγόρα Δημητρία. Σωκράτης 685 ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων; Στρεψιάδης μυρία.
Φιλόξενος Μελησίας Ἀμυνίας. Σωκράτης ἀλλ' ὦ πόνηρε ταῦτά γ' ἐστ' οὐκ ἄρρενα. Στρεψιάδης
οὐκ ἄρρεν' ὑμῖν ἐστιν; Σωκράτης οὐδαμῶς γ', ἐπεὶ πῶς ἂν καλέσειας ἐντυχὼν Ἀμυνίᾳ;
Στρεψιάδης 690 ὅπως ἄν; ὡδί, δεῦρο δεῦρ' Ἀμυνία+. Σωκράτης ὁρᾷς; γυναῖκα τὴν Ἀμυνίαν
καλεῖς. Στρεψιάδης οὔκουν δικαίως ἥτις οὐ στρατεύεται; ἀτὰρ τί ταῦθ' ἃ πάντες ἴσμεν
μανθάνω; Σωκράτης οὐδὲν μὰ Δί' ἀλλὰ κατακλινεὶς δευρὶ -- Στρεψιάδης τί δρῶ; Σωκράτης
695 ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων. Στρεψιάδης μὴ δῆθ' ἱκετεύω σ' ἐνγεταῦθ':
ἀλλ' εἴ γε χρή, χαμαί μ' ἔασον αὐτὰ ταῦτ' ἐκφροντίσαι. Σωκράτης οὐκ ἔστι παρὰ ταῦτ'
ἄλλα. Στρεψιάδης κακοδαίμων ἐγώ, οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.
Χορός 700
φρόντιζε δὴ καὶ διάθρει πάντα τρόπον τε σαυτὸν στρόβει πυκνώσας. ταχὺς δ', ὅταν
εἰς ἄπορον πέσῃς, ἐπ' ἄλλο πήδα 705 νόημα φρενός: ὕπνος δ' ἀπέστω γλυκύθυμος ὀμμάτων.
Στρεψιάδης ἀτταταῖ ἀτταταῖ. Χορός τί πάσχεις; τί κάμνεις; Στρεψιάδης ἀπόλλυμαι δείλαιος:
ἐκ τοῦ σκίμποδος 710 δάκνουσί μ' ἐξέρποντες οἱ Κορίνθιοι, καὶ τὰς πλευρὰς δαρδάπτουσιν
καὶ τὴν ψυχὴν ἐκπίνουσιν καὶ τοὺς ὄρχεις ἐξέλκουσιν καὶ τὸν πρωκτὸν διορύττουσιν,
715 καί μ' ἀπολοῦσιν. Χορός μή νυν βαρέως ἄλγει λίαν. Στρεψιάδης καὶ πῶς; ὅτε μου
φροῦδα τὰ χρήματα, φρούδη χροιά, φρούδη ψυχή, φρούδη δ' ἐμβάς: 720 καὶ πρὸς τούτοις
ἔτι τοῖσι κακοῖς φρουρᾶς ᾄδων ὀλίγου φροῦδος+ γεγένημαι+. Σωκράτης οὗτος τί ποιεῖς+;
οὐχὶ φροντίζεις; Στρεψιάδης ἐγώ; νὴ τὸν Ποσειδῶ. Σωκράτης καὶ τί δῆτ' ἐφρόντισας;
Στρεψιάδης 725 ὑπὸ τῶν κόρεων εἴ μού τι περιλειφθήσεται. Σωκράτης ἀπολεῖ κάκιστ'.
Στρεψιάδης ἀλλ' ὦγάθ' ἀπόλωλ' ἀρτίως. Σωκράτης οὐ μαλθακιστέ' ἀλλὰ περικαλυπτέα.
ἐξευρετέος γὰρ νοῦς ἀποστερητικὸς κἀπαιόλημ'. Στρεψιάδης οἴμοι τίς ἂν δῆτ' ἐπιβάλοι
730 ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα;
Σωκράτης φέρε νυν ἀθρήσω πρῶτον ὅ τι δρᾷ
τουτονί. οὗτος καθεύδεις; Στρεψιάδης μὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ. Σωκράτης ἔχεις τι;
Στρεψιάδης μὰ Δί' οὐ δῆτ' ἔγωγ'. Σωκράτης οὐδὲν πάνυ; Στρεψιάδης οὐδέν γε πλὴν ἢ
τὸ πέος ἐν τῇ δεξιᾷ. Σωκράτης 735 οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς; Στρεψιάδης
περὶ τοῦ; σὺ γάρ μοι τοῦτο φράσον ὦ Σώκρατες. Σωκράτης αὐτὸς ὅ τι βούλει πρῶτος
ἐξευρὼν λέγε. Στρεψιάδης ἀκήκοας μυριάκις ἁγὼ βούλομαι, περὶ τῶν τόκων, ὅπως ἂν
ἀποδῶ μηδενί. Σωκράτης 740 ἴθι νῦν καλύπτου καὶ σχάσας τὴν φροντίδα λεπτὴν κατὰ
μικρὸν περιφρόνει τὰ πράγματα, ὀρθῶς διαιρῶν καὶ σκοπῶν. Στρεψιάδης οἴμοι τάλας.
Σωκράτης ἔχ' ἀτρέμα: κἂν ἀπορῇς τι τῶν νοημάτων, ἀφεὶς ἄπελθε, [καὶ] κατὰ τὴν γνώμην
πάλιν 745 κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον. Στρεψιάδης ὦ Σωκρατίδιον φίλτατον.
Σωκράτης τί ὦ γέρον; Στρεψιάδης ἔχω τόκου γνώμην ἀποστερητικήν. Σωκράτης ἐπίδειξον
αὐτήν. Στρεψιάδης εἰπὲ+ δή νύν μοι -- Σωκράτης τὸ τί+; Στρεψιάδης γυναῖκα φαρμακίδ'
εἰ πριάμενος Θετταλὴν 750 καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ αὐτὴν καθείρξαιμ'
ἐς λοφεῖον στρογγύλον, ὥσπερ κάτοπτρον, κᾆτα τηροίην ἔχων -- Σωκράτης τί δῆτα τοῦτ'
ἂν ὠφελήσειέν σ'; Στρεψιάδης ὅ τι; εἰ μηκέτ' ἀνατέλλοι σελήνη μηδαμοῦ, 755 οὐκ ἂν
ἀποδοίην τοὺς τόκους. Σωκράτης ὁτιὴ τί δή; Στρεψιάδης ὁτιὴ κατὰ μῆνα τἀγύριον δανείζεται.
Σωκράτης εὖ γ': ἀλλ' ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν. εἴ σοι γράφοιτο πεντετάλαντός
τις δίκη+, 760 ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι. Στρεψιάδης ὅπως; ὅπως; οὐκ οἶδ':
ἀτὰρ ζητητέον. Σωκράτης μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί, ἀλλ' ἀποχάλα τὴν
φροντίδ' ἐς τὸν ἀέρα λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός. Στρεψιάδης 765 ηὕρηκ'
ἀφάνισιν τῆς δίκης σοφωτάτην, ὥστ' αὐτὸν ὁμολογεῖν σ' ἐμοί. Σωκράτης ποίαν τινά;
Στρεψιάδης ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον+ ταύτην+ ἑόρακας+ τὴν καλήν, τὴν
διαφανῆ+, ἀφ' ἧς τὸ πῦρ ἅπτουσι; Σωκράτης τὴν ὕαλον λέγεις; Στρεψιάδης ἔγωγε. φέρε
τί δῆτ' ἄν, εἰ ταύτην λαβών, 770 ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς, ἀπωτέρω
στὰς ὧδε πρὸς τὸν ἥλιον τὰ γράμματ' ἐκτήξαιμι τῆς ἐμῆς δίκης; Σωκράτης σοφῶς γε
νὴ τὰς Χάριτας. Στρεψιάδης οἴμ' ὡς ἥδομαι ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη.
Σωκράτης 775 ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον. Στρεψιάδης τὸ τί;
Σωκράτης ὅπως ἀποστρέψαι'
ἂν ἀντιδικῶν δίκην μέλλων ὀφλήσειν μὴ παρόντων μαρτύρων. Στρεψιάδης φαυλότατα καὶ
ῥᾷστ'. Σωκράτης εἰπὲ δή. Στρεψιάδης καὶ δὴ λέγω. εἰ πρόσθεν ἔτι μιᾶς ἐνεστώσης δίκης,
780 πρὶν τὴν ἐμὴν καλεῖσθ', ἀπαγξαίμην τρέχων. Σωκράτης οὐδὲν λέγεις. Στρεψιάδης
νὴ τοὺς θεοὺς ἔγωγ', ἐπεὶ οὐδεὶς κατ' ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην. Σωκράτης ὑθλεῖς:
ἄπερρ', οὐκ ἂν διδάξαιμ' ἄν+ σ' ἔτι. Στρεψιάδης ὁτιὴ τί; ναὶ πρὸς τῶν θεῶν ὦ Σώκρατες.
Σωκράτης 785 ἀλλ' εὐθὺς ἐπιλήθει σύ γ' ἅττ' ἂν καὶ μάθῃς: ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης;
λέγε. Στρεψιάδης φέρ' ἴδω τί μέντοι πρῶτον ἦν; τί πρῶτον ἦν; τίς ἦν ἐν ᾗ 'ματτόμεθα
μέντοι τἄλφιτα; οἴμοι τίς ἦν; Σωκράτης οὐκ ἐς κόρακας ἀποφθερεῖ, 790 ἐπιλησμότατον
καὶ σκαιότατον γερόντιον; Στρεψιάδης οἴμοι τί οὖν δῆθ' ὁ κακοδαίμων πείσομαι; ἀπὸ
γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν. ἀλλ' ὦ Νεφέλαι χρηστόν τι συμβουλεύσατε. Χορός
ἡμεῖς μὲν ὦ πρεσβῦτα συμβουλεύομεν, 795 εἴ σοί τις υἱός ἐστιν ἐκτεθραμμένος, πέμπειν
ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν. Στρεψιάδης ἀλλ' ἔστ' ἔμοιγ' υἱὸς καλός τε κἀγαθός:
ἀλλ' οὐκ ἐθέλει γὰρ μανθάνειν. τί ἐγὼ πάθω; Χορός σὺ δ' ἐπιτρέπεις; Στρεψιάδης εὐσωματεῖ
γὰρ καὶ σφριγᾷ, 800 κἄστ' ἐκ γυναικῶν εὐπτέρων τῶν Κοισύρας. ἀτὰρ μέτειμί γ' αὐτόν:
ἢν δὲ μὴ 'θέλῃ, οὐκ ἔσθ' ὅπως οὐκ ἐξελῶ κ' τῆς οἰκίας. ἀλλ' ἐπανάμεινόν μ' ὀλίγον
εἰσελθὼν χρόνον.
Χορός 804 ἆρ' αἰσθάνει πλεῖστα δι' ἡμᾶς ἀγάθ' αὐτίχ' ἕξων μόνας
θεῶν; ὡς ἕτοιμος ὅδ' ἐστὶν ἅπαντα δρᾶν ὅσ' ἂν κελεύῃς. σὺ δ' ἀνδρὸς ἐκπεπληγμένου
καὶ φανερῶς ἐπηρμένου 810 γνοὺς ἀπολάψεις ὅ τι πλεῖστον δύνασαι, ταχέως: φιλεῖ γάρ
πως τὰ τοιαῦθ' ἑτέρᾳ τρέπεσθαι.
Στρεψιάδης οὔτοι μὰ τὴν Ὁμίχλην ἔτ' ἐνταυθοῖ μενεῖς:
815 ἀλλ' ἔσθι' ἐλθὼν τοὺς Μεγακλέους κίονας. Φειδιππίδης ὦ δαιμόνιε, τί χρῆμα πάσχεις+
ὦ πάτερ; οὐκ εὖ φρονεῖς μὰ τὸν Δία+ τὸν Ὀλύμπιον+. Στρεψιάδης ἰδού γ' ἰδού, Δί'
Ὀλύμπιον: τῆς μωρίας+, τὸν Δία νομίζειν+ ὄντα+ τηλικουτονί+. Φειδιππίδης 820 τί
δὲ τοῦτ' ἐγέλασας ἐτεόν; Στρεψιάδης ἐνθυμούμενος ὅτι παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά.
ὅμως γε μὴν πρόσελθ', ἵν' εἰδῇς πλείονα, καί σοι φράσω τι πρᾶγμ' ὃ μαθὼν+ ἀνὴρ+
ἔσει+. ὅπως δὲ τοῦτο+ μὴ διδάξεις μηδένα++. Φειδιππίδης 825 ἰδού: τί ἔστιν; Στρεψιάδης
ὤμοσας νυνὶ Δία. Φειδιππίδης ἔγωγ'. Στρεψιάδης ὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν;
οὐκ ἔστιν ὦ Φειδιππίδη Ζεύς. Φειδιππίδης ἀλλὰ τίς; Στρεψιάδης Δῖνος βασιλεύει τὸν
Δί' ἐξεληλακώς. Φειδιππίδης αἰβοῖ τί ληρεῖς; Στρεψιάδης ἴσθι τοῦθ' οὕτως ἔχον. Φειδιππίδης
830 τίς φησι ταῦτα; Στρεψιάδης Σωκράτης ὁ Μήλιος+ καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν
ἴχνη. Φειδιππίδης σὺ δ' ἐς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας+ ὥστ' ἀνδράσιν πείθει χολῶσιν;
Στρεψιάδης εὐστόμει καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς 835 καὶ νοῦν ἔχοντας:
ὧν ὑπὸ τῆς φειδωλίας ἀπεκείρατ' οὐδεὶς πώποτ' οὐδ' ἠλείψατο, οὐδ' ἐς βαλανεῖον ἦλθε
λουσόμενος: σὺ δὲ ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον. ἀλλ' ὡς τάχιστ' ἐλθὼν ὑπὲρ
ἐμοῦ μάνθανε. Φειδιππίδης 840 τί δ' ἂν παρ' ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν; Στρεψιάδης
ἄληθες; ὅσαπερ ἔστ' ἐν ἀνθρώποις σοφά: γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς.
ἀλλ' ἐπανάμεινόν μ' ὀλίγον ἐνταυθοῖ χρόνον. Φειδιππίδης οἴμοι τί δράσω παραφρονοῦντος
τοῦ πατρός; 845 πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω, ἢ τοῖς σοροπηγοῖς τὴν μανίαν
αὐτοῦ φράσω; Στρεψιάδης φέρ' ἴδω, σὺ τοῦτον τί ὀνομάζεις; εἰπέ μοι. Φειδιππίδης
ἀλεκτρυόνα. Στρεψιάδης καλῶς γε. ταυτηνὶ δὲ τί; Φειδιππίδης ἀλεκτρυόν'. Στρεψιάδης
ἄμφω ταὐτό; καταγέλαστος εἶ. 850 μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖν ἀλεκτρύαιναν
τουτονὶ δ' ἀλέκτορα. Φειδιππίδης ἀλεκτρύαιναν; ταῦτ' ἔμαθες τὰ δεξιὰ εἴσω παρελθὼν
ἄρτι παρὰ τοὺς γηγενεῖς;
Στρεψιάδης χἄτερά γε πόλλ': ἀλλ' ὅ τι μάθοιμ' ἑκάστοτε,
855 ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν+. Φειδιππίδης διὰ ταῦτα δὴ καὶ θοἰμάτιον
ἀπώλεσας; Στρεψιάδης ἀλλ' οὐκ ἀπολώλεκ', ἀλλὰ καταπεθρόντικα. Φειδιππίδης τὰς δ'
ἐμβάδας ποῖ τέτροφας ὦνόητε σύ; Στρεψιάδης ὥσπερ Περικλέης ἐς τὸ δέον ἀπώλεσα. 860
ἀλλ' ἴθι βάδιζ', ἴωμεν: εἶτα τῷ πατρὶ πιθόμενος ἐξάμαρτε: κἀγώ τοί ποτε, οἶδ', ἑξέτει
σοι τραυλίσαντι πιθόμενος, ὃν πρῶτον ὀβολὸν ἔλαβον ἡλιαστικόν, τούτου 'πριάμην σοι
Διασίοις ἁμαξίδα. Φειδιππίδης 865 ἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτ' ἀχθέσει. Στρεψιάδης
εὖ γ' ὅτι ἐπείσθης. δεῦρο δεῦρ' ὦ Σώκρατες, ἔξελθ': ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶ
ἄκοντ' ἀναπείσας. Σωκράτης νηπύτιος γάρ ἐστ' ἔτι, καὶ τῶν κρεμαθρῶν οὔπω τρίβων+
τῶν ἐνθάδε+. Φειδιππίδης 870 αὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε. Στρεψιάδης οὐκ
ἐς κόρακας; καταρᾷ σὺ τῷ διδασκάλῳ; Σωκράτης ἰδοὺ κρέμαι', ὡς ἠλίθιον ἐφθέγξατο
καὶ τοῖσι χείλεσιν διερρυηκόσιν. πῶς ἂν μάθοι ποθ' οὗτος ἀπόφυξιν δίκης 875 ἢ κλῆσιν
ἢ χαύνωσιν ἀναπειστηρίαν; καίτοι γε ταλάντου τοῦτ' ἔμαθεν Ὑπέρβολος. Στρεψιάδης
ἀμέλει δίδασκε: θυμόσοφός ἐστιν φύσει: εὐθύς γέ τοι παιδάριον ὄν τυννουτονὶ ἔπλαττεν
ἔνδον οἰκίας ναῦς τ' ἔγλυφεν, 880 ἁμαξίδας τε σκυτίνας ἠργάζετο, κἀκ τῶν σιδίων
βατράχους ἐποίει πῶς δοκεῖς. ὅπως δ' ἐκείνω τὼ λόγω μαθήσεται, τὸν κρείττον' ὅστις
ἐστὶ καὶ τὸν ἥττονα, ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα: 885 ἐὰν δὲ μή, τὸν
γοῦν ἄδικον πάσῃ τέχνῃ. Σωκράτης αὐτὸς μαθήσεται παρ' αὐτοῖν τοῖν λόγοιν+. ἐγὼ δ'
ἀπέσομαι. Στρεψιάδης τοῦτό νυν μέμνησ', ὅπως πρὸς+ πάντα+ τὰ δίκαι' ἀντιλέγειν δυνήσεται.
Δίκαιος Λόγος χώρει δευρί, δεῖξον σαυτὸν 890 τοῖσι θεαταῖς, καίπερ θρασὺς ὤν. Ἄδικος
Λόγος ἴθ' ὅποι χρῄζεις. πολὺ γὰρ μᾶλλόν 'ς ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ. Δίκαιος
Λόγος ἀπολεῖς σύ; τίς ὤν; Ἄδικος Λόγος λόγος. Δίκαιος Λόγος ἥττων γ' ὤν. Ἄδικος
Λόγος ἀλλά σε νικῶ τὸν ἐμοῦ κρείττω 895 φάσκοντ' εἶναι. Δίκαιος Λόγος τί σοφὸν ποιῶν;
Ἄδικος Λόγος γνώμας καινὰς ἐξευρίσκων. Δίκαιος Λόγος ταῦτα γὰρ ἀνθεῖ διὰ τουτουσὶ
τοὺς ἀνοήτους. Ἄδικος Λόγος οὔκ, ἀλλὰ σοφούς. Δίκαιος Λόγος ἀπολῶ σε κακῶς. Ἄδικος
Λόγος 900 εἰπὲ τί ποιῶν; Δίκαιος Λόγος τὰ δίκαια λέγων. Ἄδικος Λόγος ἀλλ' ἀνατρέψω
γ' αὔτ' ἀντιλέγων: οὐδὲ γὰρ εἶναι πάνυ φημὶ δίκην. Δίκαιος Λόγος οὐκ εἶναι φῄς;
Ἄδικος Λόγος φέρε γὰρ ποῦ 'στιν; Δίκαιος Λόγος παρὰ τοῖσι θεοῖς. Ἄδικος Λόγος πῶς
δῆτα+ δίκης+ οὔσης+ ὁ Ζεὺς+ 905 οὐκ ἀπόλωλεν+ τὸν πατέρ'+ αὑτοῦ+ δήσας+; Δίκαιος
Λόγος αἰβοῖ τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν: δότε μοι λεκάνην. Ἄδικος Λόγος τυφογέρων
εἶ κἀνάρμοστος. Δίκαιος Λόγος καταπύγων εἶ κἀναίσχυντος. Ἄδικος Λόγος 910 ῥόδα μ'
εἴρηκας. Δίκαιος Λόγος καὶ βωμολόχος. Ἄδικος Λόγος κρίνεσι στεφανοῖς. Δίκαιος Λόγος
καὶ πατραλοίας. Ἄδικος Λόγος χρυσῷ πάττων μ' οὐ γιγνώσκεις. Δίκαιος Λόγος οὐ δῆτα
πρὸ τοῦ γ', ἀλλὰ μολύβδῳ. Ἄδικος Λόγος νῦν δέ γε κόσμος τοῦτ' ἐστὶν ἐμοί. Δίκαιος
Λόγος 915 θρασὺς εἶ πολλοῦ. Ἄδικος Λόγος σὺ δέ γ' ἀρχαῖος. Δίκαιος Λόγος διὰ σὲ
δὲ φοιτᾶν οὐδεὶς ἐθέλει τῶν μειρακίων: καὶ γνωσθήσει ποτ' Ἀθηναίοις οἶα διδάσκεις
τοὺς ἀνοήτους.
Ἄδικος Λόγος αὐχμεῖς αἰσχρῶς. Δίκαιος Λόγος σὺ δέ γ' εὖ πράττεις.
καίτοι πρότερόν γ' ἐπτώχευες, Τήλεφος εἶναι Μυσὸς φάσκων, ἐκ πηριδίου γνώμας τρώγων
Πανδελετείους. Ἄδικος Λόγος 925 ὤμοι σοφίας -- Δίκαιος Λόγος ὤμοι μανίας -- Ἄδικος
Λόγος ἧς ἐμνήσθης -- Δίκαιος Λόγος τῆς σῆς, πόλεώς θ' ἥτις σε τρέφει λυμαινόμενον
τοῖς μειρακίοις. Ἄδικος Λόγος οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν. Δίκαιος Λόγος 930
εἴπερ γ' αὐτὸν σωθῆναι χρὴ καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι. Ἄδικος Λόγος δεῦρ' ἴθι,
τοῦτον δ' ἔα μαίνεσθαι. Δίκαιος Λόγος κλαύσει, τὴν χεῖρ' ἢν ἐπιβάλλῃς. Χορός παύσασθε
μάχης καὶ λοιδορίας. 935 ἀλλ' ἐπίδειξαι σύ τε τοὺς προτέρους ἅττ' ἐδίδασκες, σύ
τε τὴν καινὴν παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν ἀντιλεγόντοιν κρίνας φοιτᾷ. Δίκαιος
Λόγος δρᾶν ταῦτ' ἐθέλω. Ἄδικος Λόγος κἄγωγ' ἐθέλω. Χορός 940 φέρε δὴ πότερος λέξει
πρότερος; Ἄδικος Λόγος τούτῳ δώσω: κᾆτ' ἐκ τούτων ὧν ἂν λέξῃ ῥηματίοισιν καινοῖς
αὐτὸν καὶ διανοίαις κατατοξεύσω. 945 τὸ τελευταῖον δ', ἢν ἀναγρύζῃ, τὸ πρόσωπον
ἅπαν καὶ τὠφθαλμὼ κεντούμενος ὥσπερ ὑπ' ἀνθρηνῶν ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.
Χορός
νῦν δείξετον τὼ πισύνω τοῖς περιδεξίοισι λόγοισι καὶ φροντίσι καὶ γνωμοτύποις μερίμναις,
ὁπότερος αὐτοῖν λέγων ἀμείνων φανήσεται. 955 νῦν γὰρ ἅπας ἐνθάδε κίνδυνος ἀνεῖται
σοφίας, ἧς πέρι τοῖς ἐμοῖς φίλοις ἐστὶν ἀγὼν μέγιστος.
Χορός ἀλλ' ὦ πολλοῖς τοὺς
πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώσας, ῥῆξον φωνὴν ᾗτινι χαίρεις, καὶ τὴν σαυτοῦ
φύσιν εἰπέ.
Δίκαιος Λόγος 961 λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο, ὅτ'
ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη 'νενόμιστο. πρῶτον+ μὲν ἔδει++ παιδὸς+
φωνὴν+ γρύξαντος+ μηδὲν ἀκοῦσαι+: εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ
τοὺς κωμήτας γυμνοὺς ἁθρόους, κεἰ κριμνώδη κατανείφοι. 966 εἶτ' αὖ προμαθεῖν ᾆσμ'
ἐδίδασκεν τὼ μηρὼ μὴ ξυνέχοντας, ἢ ‘Παλλάδα περσέπολιν δεινὰν’ ἢ ‘τηλέπορόν τι βόαμα,’
ἐντειναμένους τὴν ἁρμονίαν, ἣν οἱ πατέρες παρέδωκαν. εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτ'
ἢ κάμψειέν τινα καμπήν, οἵας οἱ νῦν τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους,
ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων. ἐν παιδοτρίβου δὲ καθίζοντας
τὸν μηρὸν ἔδει προβαλέσθαι τοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές:
975 εἶτ' αὖ πάλιν αὖθις ἀνιστάμενον συμψῆσαι, καὶ προνοεῖσθαι εἴδωλον τοῖσιν ἐρασταῖσιν
τῆς ἥβης μὴ καταλείπειν. ἠλείψατο δ' ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότ' ἄν,
ὥστε τοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει+: οὐδ' ἂν μαλακὴν φυρασάμενος
τὴν φωνὴν πρὸς τὸν ἐραστὴν 980 αὐτὸς ἑαυτὸν προαγωγεύων τοῖς ὀφθαλμοῖς ἐβάδιζεν,
οὐδ' ἀνελέσθαι δειπνοῦντ' ἐξῆν καὶ κεφάλαιον ῥαφανῖδος, οὐδ' ἄννηθον τῶν πρεσβυτέρων
ἁρπάζειν οὐδὲ σέλινον, οὐδ' ὀψοφαγεῖν οὐδὲ κιχλίζειν οὐδ' ἴσχειν τὼ πόδ' ἐναλλάξ.
Ἄδικος Λόγος ἀρχαῖά γε καὶ Διιπολιώδη καὶ τεττίγων ἀνάμεστα 985 καὶ Κηκείδου καὶ
Βουφονίων.
Δίκαιος Λόγος ἀλλ' οὖν ταῦτ' ἐστὶν ἐκεῖνα, ἐξ ὧν ἄνδρας Μαραθωνομάχας
ἡμὴ παίδευσις ἔθρεψεν. σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοισι διδάσκεις ἐντετυλίχθαι:
ὥστε μ' ἀπάγχεσθ', ὅταν ὀρχεῖσθαι Παναθηναίοις δέον αὐτοὺς τὴν ἀσπίδα τῆς κωλῆς
προέχων ἀμελῇ τῆς Τριτογενείας. 990 πρὸς ταῦτ' ὦ μειράκιον θαρρῶν ἐμὲ τὸν κρείττω
λόγον αἱροῦ: κἀπιστήσει μισεῖν ἀγορὰν καὶ βαλανείων ἀπέχεσθαι, καὶ τοῖς αἰσχροῖς
αἰσχύνεσθαι, κἂν σκώπτῃ τίς σε φλέγεσθαι: καὶ τῶν θάκων τοῖς πρεσβυτέροις ὑπανίστασθαι
προσιοῦσιν, καὶ μὴ περὶ τοὺς σαυτοῦ γονέας σκαιουργεῖν, ἄλλο τε μηδὲν 995 αἰσχρὸν
ποιεῖν, ὅτι τῆς αἰδοῦς μέλλεις τἄγαλμ' ἀναπλάττειν: μηδ' εἰς ὀρχηστρίδος εἰσᾴττειν,
ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς μήλῳ βληθεὶς ὑπὸ πορνιδίου τῆς εὐκλείας ἀποθραυσθῇς: μηδ'
ἀντειπεῖν τῷ πατρὶ μηδέν, μηδ' Ἰαπετὸν καλέσαντα μνησικακῆσαι τὴν ἡλικίαν ἐξ ἧς
ἐνεοττοτροφήθης.
Ἄδικος Λόγος 1000 εἰ ταῦτ' ὦ μειράκιον πείσει τούτῳ, νὴ τὸν Διόνυσον
τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις καὶ σε καλοῦσι βλιτομάμμαν. Δίκαιος Λόγος ἀλλ' οὖν
λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις διατρίψεις, οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελ'
οἷάπερ οἱ νῦν, οὐδ' ἑλκόμενος περὶ πραγματίου γλισχραντιλογεξεπιτρίπτου: 1005 ἀλλ'
εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει στεφανωσάμενος καλάμῳ λευκῷ μετὰ
σώφρονος ἡλικιώτου, μίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης φυλλοβολούσης, ἦρος
ἐν ὥρᾳ χαίρων, ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ.
Δίκαιος Λόγος ἢν ταῦτα ποιῇς ἁγὼ
φράζω, 1010 καὶ πρὸς τούτοις προσέχῃς τὸν νοῦν, ἕξεις ἀεὶ στῆθος λιπαρόν, χροιὰν
λαμπράν, ὤμους μεγάλους, γλῶτταν βαιάν, πυγὴν μεγάλην, πόσθην μικράν. 1015 ἢν δ'
ἅπερ οἱ νῦν+ ἐπιτηδεύῃς, πρῶτα μὲν ἕξεις χροιὰν ὠχράν, ὤμους μικρούς, στῆθος λεπτόν,
γλῶτταν μεγάλην, πυγὴν μικράν, κωλῆν μεγάλην, ψήφισμα μακρόν, καὶ σ' ἀναπείσει 1020
τὸ μὲν αἰσχρὸν ἅπαν καλὸν ἡγεῖσθαι+, τὸ καλὸν δ' αἰσχρόν: καὶ πρὸς τούτοις τῆς Ἀντιμάχου
1023 καταπυγοσύνης ἀναπλήσει.
Χορός ὦ καλλίπυργον σοφίαν κλεινοτάτην ἐπασκῶν, ὡς
ἡδύ σου τοῖσι λόγοις σῶφρον ἔπεστιν ἄνθος. †εὐδαίμονες δ' ἦσαν ἄρ' οἱ ζῶντες τότ'
ἐπὶ τῶν προτέρων†: πρὸς τάδε σ' ὦ κομψοπρεπῆ μοῦσαν ἔχων, δεῖ σε λέγειν τι καινόν,
ὡς ηὐδοκίμηκεν ἁνήρ.
Χορός δεινῶν δέ σοι βουλευμάτων ἔοικε δεῖν πρὸς αὐτόν, 1035
εἴπερ τὸν ἄνδρ' ὑπερβαλεῖ καὶ μὴ γέλωτ' ὀφλήσεις.
Ἄδικος Λόγος καὶ μὴν πάλαι γ'
ἐπνιγόμην τὰ σπλάγχνα κἀπεθύμουν ἅπαντα ταῦτ' ἐναντίαις γνώμαισι συνταράξαι. ἐγὼ
γὰρ ἥττων μὲν λόγος δι' αὐτὸ τοῦτ' ἐκλήθην ἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος
ἐπενόησα 1040 τοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντί' ἀντιλέξαι. καὶ τοῦτο πλεῖν
ἢ μυρίων ἔστ' ἄξιον στατήρων, αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν. σκέψαι
δὲ τὴν παίδευσιν ᾗ πέποιθεν ὡς ἐλέγξω, ὅστις σε θερμῷ φησι λοῦσθαι+ πρῶτον οὐκ ἐάσειν.
1045 καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά; Δίκαιος Λόγος ὁτιὴ κάκιστόν
ἐστι καὶ δειλὸν ποιεῖ τὸν ἄνδρα. Ἄδικος Λόγος ἐπίσχες: εὐθὺς γάρ σ' ἔχω μέσον λαβὼν
ἄφυκτον. καί μοι φράσον, τῶν τοῦ Διὸς παίδων τίν' ἄνδρ' ἄριστον ψυχὴν νομίζεις,
εἰπέ, καὶ πλείστους πόνους πονῆσαι. Δίκαιος Λόγος 1050 ἐγὼ μὲν οὐδέν' Ἡρακλέους
βελτίον' ἄνδρα κρίνω. Ἄδικος Λόγος ποῦ ψυχρὰ δῆτα πώποτ'++ εἶδες++ Ἡράκλεια λουτρά;
καίτοι τίς ἀνδρειότερος ἦν; Δίκαιος Λόγος ταῦτ' ἐστὶ ταῦτ' ἐκεῖνα, ἃ τῶν νεανίσκων
ἀεὶ δι' ἡμέρας λαλούντων πλῆρες τὸ βαλανεῖον ποιεῖ, κενὰς δὲ τὰς παλαίστρας. Ἄδικος
Λόγος 1055 εἶτ' ἐν ἀγορᾷ τὴν διατριβὴν ψέγεις: ἐγὼ δ' ἐπαινῶ. εἰ γὰρ πονηρὸν ἦν,
Ὅμηρος οὐδέποτ' ἂν ἐποίει τὸν Νέστορ' ἀγορητὴν ἂν οὐδὲ τοὺς σοφοὺς ἅπαντας. ἄνειμι
δῆτ' ἐντεῦθεν ἐς τὴν γλῶτταν, ἣν ὁδὶ μὲν οὔ φησι χρῆναι τοὺς νέους ἀσκεῖν, ἐγὼ δέ
φημι. 1060 καὶ σωφρονεῖν+ αὖ φησι χρῆναι: δύο κακὼ μεγίστω. ἐπεὶ σὺ διὰ τὸ σωφρονεῖν
τῷ πώποτ' εἶδες ἤδη++ ἀγαθάν τι γενόμενον++, φράσον, καί μ' ἐξέλεγξον εἰπών. Δίκαιος
Λόγος πολλοῖς. ὁ γοῦν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν. Ἄδικος Λόγος μάχαιραν;
ἀστεῖόν γε κέρδος ἔλαβεν ὁ κακοδαίμων. 1065 Ὑπέρβολος δ' οὑκ τῶν λύχνων πλεῖν ἢ
τάλαντα πολλὰ εἴληφε διὰ πονηρίαν, ἀλλ' οὐ μὰ Δί' οὐ μάχαιραν.
Δίκαιος Λόγος καὶ
τὴν Θέτιν γ' ἔγημε διὰ τὸ σωφρονεῖν ὁ Πηλεύς. Ἄδικος Λόγος κᾆτ' ἀπολιποῦσά γ' αὐτὸν
ᾤχετ': οὐ γὰρ ἦν ὑβριστὴς οὐδ' ἡδὺς ἐν τοῖς στρώμασιν τὴν νύκτα παννυχίζειν: 1070
γυνὴ δὲ σιναμωρουμένη χαίρει: σὺ δ' εἶ Κρόνιππος. σκέψαι γὰρ ὦ μειράκιον ἐν τῷ σωφρονεῖν
ἅπαντα ἅνεστιν, ἡδονῶν θ' ὅσων+ μέλλεις+ ἀποστερεῖσθαι+, παίδων+ γυναικῶν+ κοττάβων
ὄψων πότων κιχλισμῶν. καίτοι τί σοι ζῆν ἄξιον, τούτων ἐὰν στερηθῇς; 1075 εἶεν. πάρειμ'
ἐντεῦθεν ἐς τὰς τῆς φύσεως ἀνάγκας+. ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτ' ἐλήφθης:
ἀπόλωλας: ἀδύνατος γὰρ εἶ λέγειν+. ἐμοὶ δ' ὁμιλῶν χρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε
μηδὲν αἰσχρόν. μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς+, τάδ' ἀντερεῖς πρὸς αὐτόν, 1080 ὡς οὐδὲν
ἠδίκηκας: εἶτ' ἐς τὸν Δί' ἐπανενεγκεῖν, κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν:
καίτοι σὺ θνητὸς ὢν θεοῦ πῶς μεῖζον ἂν δύναιο; Δίκαιος Λόγος τί δ' ἢν ῥαφανιδωθῇ
πιθόμενός σοι τέφρᾳ τε τιλθῇ, ἕξει τινὰ γνώμην+ λέγειν τὸ μὴ εὐρύπρωκτος+ εἶναι+;
Ἄδικος Λόγος 1085 ἢν δ' εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν;
Δίκαιος Λόγος τί μὲν οὖν
ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ; Ἄδικος Λόγος τί δῆτ' ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ;
Δίκαιος Λόγος σιγήσομαι. τί δ' ἄλλο; Ἄδικος Λόγος φέρε δή μοι φράσον+: συνηγοροῦσιν
ἐκ τίνων; Δίκαιος Λόγος 1090 ἐξ εὐρυπρώκτων. Ἄδικος Λόγος πείθομαι. τί δαί; τραγῳδοῦσ'
ἐκ τίνων; Δίκαιος Λόγος ἐξ εὐρυπρώκτων. Ἄδικος Λόγος εὖ λέγεις. δημηγοροῦσι δ' ἐκ
τίνων; Δίκαιος Λόγος ἐξ εὐρυπρώκτων. Ἄδικος Λόγος ἆρα δῆτ' 1095 ἔγνωκας ὡς οὐδὲν
λέγεις; καὶ τῶν θεατῶν ὁπότεροι πλείους σκόπει. Δίκαιος Λόγος καὶ δὴ σκοπῶ. Ἄδικος
Λόγος 1097β τί δῆθ' ὁρᾷς; Δίκαιος Λόγος πολὺ πλείονας νὴ τοὺς θεοὺς τοὺς εὐρυπρώκτους:
τουτονὶ 1100 γοῦν οἶδ' ἐγὼ κἀκεινονὶ καὶ τὸν κομήτην τουτονί. Ἄδικος Λόγος 1101β
τί δῆτ' ἐρεῖς; Δίκαιος Λόγος ἡττήμεθ': ὦ κινούμενοι πρὸς τῶν θεῶν δέξασθέ μου 1103β
θοἰμάτιον, ὡς ἐξαυτομολῶ πρὸς ὑμᾶς.
Σωκράτης 1105 τί δῆτα; πότερα τοῦτον ἀπάγεσθαι
λαβὼν βούλει τὸν υἱόν, ἢ διδάσκω σοι λέγειν; Στρεψιάδης δίδασκε καὶ κόλαζε καὶ μέμνησ'+
ὅπως εὖ μοι στομώσεις+ αὐτόν+, ἐπὶ+ μὲν θάτερα οἷον δικιδίοις+, τὴν δ' ἑτέραν+ αὐτοῦ+
γνάθον 1110 στόμωσον οἵαν+ ἐς τὰ μείζω+ πράγματα+. Σωκράτης ἀμέλει κομιεῖ τοῦτον
σοφιστὴν δεξιόν. Φειδιππίδης ὠχρὸν μὲν οὖν οἶμαί γε καὶ κακοδαίμονα.
Χορός χωρεῖτέ
νυν. οἶμαι δέ σοι ταῦτα μεταμελήσειν.
Χορός 1115 τοὺς κριτὰς ἃ κερδανοῦσιν, ἤν τι
τόνδε τὸν χορὸν ὠφελῶσ' ἐκ τῶν δικαίων, βουλόμεσθ' ἡμεῖς φράσαι. πρῶτα μὲν γάρ,
ἢν νεᾶν βούλησθ' ἐν ὥρᾳ τοὺς ἀγρούς, ὕσομεν πρώτοισιν ὑμῖν, τοῖσι δ' ἄλλοις ὕστερον.
εἶτα τὸν καρπὸν τεκούσας ἀμπέλους φυλάξομεν, 1120 ὥστε μήτ' αὐχμὸν πιέζειν μήτ'
ἄγαν ἐπομβρίαν. ἢν δ' ἀτιμάσῃ τις ἡμᾶς θνητὸς ὢν οὔσας θεάς, προσεχέτω τὸν νοῦν,
πρὸς ἡμῶν οἷα πείσεται κακά+, λαμβάνων οὔτ' οἶνον οὔτ' ἄλλ' οὐδὲν ἐκ τοῦ χωρίου.
ἡνίκ' ἂν γὰρ αἵ τ' ἐλαῖαι βλαστάνωσ' αἵ τ' ἄμπελοι, 1125 ἀποκεκόψονται: τοιαύταις
σφενδόναις παιήσομεν. ἢν δὲ πλινθεύοντ' ἴδωμεν, ὕσομεν καὶ τοῦ τέγους τὸν κέραμον
αὐτοῦ χαλάζαις στρογγύλαις συντρίψομεν. κἂν+ γαμῇ ποτ' αὐτὸς ἢ τῶν ξυγγενῶν ἢ τῶν
φίλων, ὕσομεν τὴν νύκτα+ πᾶσαν++: ὥστ'+ ἴσως+ βουλήσεται+ 1130 κἂν ἐν Αἰγύπτῳ+ τυχεῖν+
ὢν μᾶλλον+ ἢ κρῖναι+ κακῶς+.
Στρεψιάδης πέμπτη, τετράς, τρίτη, μετὰ ταύτην δευτέρα,
εἶθ' ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶν+ δέδοικα καὶ πέφρικα καὶ βδελύττομαι, εὐθὺς μετὰ
ταύτην ἔσθ' ἕνη τε καὶ νέα. 1135 πᾶς γάρ τις ὀμνὺς οἷς ὀφείλων τυγχάνω, θείς μοι
πρυτανεῖ' ἀπολεῖν μέ φησι κἀξολεῖν, κἀμοῦ μέτριά τε καὶ δίκαι' αἰτουμένου, ‘ὦ δαιμόνιε
τὸ μέν τι νυνὶ μὴ λάβῃς, τὸ δ' ἀναβαλοῦ μοι, τὸ δ' ἄφες’, οὔ φασίν ποτε 1140 οὕτως
ἀπολήψεσθ', ἀλλὰ λοιδοροῦσί με ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι. νῦν οὖν
δικαζέσθων: ὀλίγον γάρ μοι μέλει, εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης. τάχα δ'
εἴσομαι κόψας τὸ φροντιστήριον. 1145 παῖ, ἠμί, παῖ παῖ. Σωκράτης Στρεψιάδην ἀσπάζομαι.
Στρεψιάδης κἄγωγέ σ': ἀλλὰ τουτονὶ πρῶτον λαβέ: χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον.
καί μοι τὸν υἱὸν εἰ μεμάθηκε τὸν λόγον ἐκεῖνον εἴφ' ὃν ἀρτίως εἰσήγαγες. Σωκράτης
1150 μεμάθηκεν. Στρεψιάδης εὖ γ' ὦ παμβασίλει' Ἀπαιόλη. Σωκράτης ὥστ' ἀποφύγοις+
ἂν ἥντιν'+ ἂν βούλῃ+ δίκην++. Στρεψιάδης κεἰ μάρτυρες παρῆσαν, ὅτ' ἐδανειζόμην;
Σωκράτης πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι.
Στρεψιάδης βοάσομαί τἄρα τὰν ὑπέρτονον
1155 βοάν. ἰὼ κλάετ' ὦ 'βολοστάται αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων: οὐδὲν γὰρ
ἄν με φλαῦρον ἐργάσαισθ' ἔτι, οἷος ἐμοὶ τρέφεται τοῖσδ' ἐνὶ δώμασι παῖς, 1160 ἀμφήκει
γλώττῃ λάμπων, πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη+, λυσανίας πατρῴων μεγάλων
κακῶν: ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ. Σωκράτης 1165 ὦ τέκνον ὦ παῖ ἔξελθ' οἴκων,
ἄιε σοῦ πατρός. ὅδ' ἐκεῖνος ἀνήρ. Στρεψιάδης ὦ φίλος ὦ φίλος. Σωκράτης ἄπιθι συλλαβών.
Στρεψιάδης 1170 ἰὼ ἰὼ τέκνον, ἰὼ ἰοῦ ἰοῦ. ὡς ἥδομαί σου πρῶτα τὴν χρόαν ἰδών. νῦν
μέν γ' ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς κἀντιλογικός, καὶ τοῦτο+ τοὐπιχώριον+ ἀτεχνῶς+
ἐπανθεῖ+, τὸ ‘τί λέγεις+ σύ;’ καὶ δοκεῖν 1175 ἀδικοῦντ' ἀδικεῖσθαι καὶ κακουργοῦντ'
οἶδ' ὅτι: ἐπὶ τοῦ προσώπου τ' ἐστὶν Ἀττικὸν βλέπος. νῦν οὖν+ ὅπως+ σώσεις+ μ', ἐπεὶ
κἀπώλεσας. Φειδιππίδης φοβεῖ δὲ δὴ τί; Στρεψιάδης τὴν ἕνην τε καὶ νέαν. Φειδιππίδης
ἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα; Στρεψιάδης 1180 εἰς ἥν γε θήσειν τὰ πρυτανεῖά φασί
μοι. Φειδιππίδης ἀπολοῦσ' ἄρ' αὔθ' οἱ θέντες: οὐ γὰρ ἔσθ' ὅπως μί' ἡμέρα γένοιτ'
ἂν ἡμέρα δύο. Στρεψιάδης οὐκ ἂν γένοιτο; Φειδιππίδης πῶς γάρ; εἰ μή πέρ γ' ἅμα αὑτὴ
γένοιτ' ἂν γραῦς τε καὶ νέα γυνή. Στρεψιάδης 1185 καὶ μὴν νενόμισταί γ'. Φειδιππίδης
οὐ γάρ, οἶμαι, τὸν νόμον ἴσασιν ὀρθῶς ὅ τι νοεῖ. Στρεψιάδης νοεῖ δὲ τί; Φειδιππίδης
ὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος+ τὴν φύσιν. Στρεψιάδης τουτὶ μὲν οὐδέν πω πρὸς ἕνην
τε καὶ νέαν. Φειδιππίδης ἐκεῖνος οὖν τὴν κλῆσιν ἐς δύ' ἡμέρας 1190 ἔθηκεν, ἔς γε
τὴν ἕνην τε καὶ νέαν, ἵν' αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ. Στρεψιάδης ἵνα δὴ τί
τὴν ἕνην προσέθηχ'; Φειδιππίδης ἵν' ὦ μέλε παρόντες οἱ φεύγοντες ἡμέρᾳ μιᾷ πρότερον
ἀπαλλάττοινθ' ἑκόντες, εἰ δὲ μή, 1195 ἕωθεν ὑπανιῷντο τῇ νουμηνία. Στρεψιάδης πῶς
οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ ἁρχαὶ τὰ πρυτανεῖ', ἀλλ' ἕνῃ τε καὶ νέᾳ; Φειδιππίδης
ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι ποιεῖν: ὅπως τάχιστα τὰ πρυτανεῖ' ὑφελοίατο, 1200
διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ. Στρεψιάδης εὖ γ': ὦ κακοδαίμονες, τί κάθησθ'
ἀβέλτεροι, ἡμέτερα κέρδη τῶν σοφῶν ὄντες, λίθοι, ἀριθμός, πρόβατ' ἄλλως, ἀμφορῆς
νενησμένοι; ὥστ' εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶ 1205 ἐπ' εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον.
Στρεψιάδης ‘μάκαρ ὦ Στρεψίαδες, αὐτός τ' ἔφυς ὡς σοφὸς χοἶον τὸν υἱὸν τρέφεις,’
φήσουσι δή μ' οἱ φίλοι 1210 χοἰ δημόται ζηλοῦντες ἡνίκ' ἂν σὺ νικᾷς λέγων τὰς δίκας.
ἀλλ' εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι.
Πασίας εἶτ' ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι;
οὐδέποτέ γ', ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε 1215 ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα,
ὅτε τῶν ἐμαυτοῦ γ' ἕνεκα νυνὶ χρημάτων ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι ἐχθρὸς
ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ. ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ 1220 ζῶν,
ἀλλὰ καλοῦμαι Στρεψιάδην -- Στρεψιάδης τίς οὑτοσί; Πασίας ἐς τὴν ἕνην τε καὶ νέαν.
Στρεψιάδης μαρτύρομαι, ὅτι+ ἐς δύ' εἶπεν ἡμέρας. τοῦ χρήματος; Πασίας τῶν δώδεκα
μνῶν, ἃς ἔλαβες ὠνούμενος τὸν ψαρὸν ἵππον++. Στρεψιάδης ἵππον; οὐκ ἀκούετε; 1225
ὃν πάντες+ ὑμεῖς+ ἴστε+ μισοῦνθ'+ ἱππικήν+. Πασίας καὶ νὴ Δί' ἀποδώσειν γ' ἐπώμνυς
τοὺς θεούς. Στρεψιάδης μὰ τὸν Δί' οὐ γάρ πω τότ' ἐξηπίστατο Φειδιππίδης μοι τὸν
ἀκατάβλητον λόγον. Πασίας 1230 νῦν δὲ διὰ τοῦτ' ἔξαρνος εἶναι διανοεῖ; Στρεψιάδης
τί γὰρ ἄλλ' ἂν ἀπολαύσαιμι τοῦ μαθήματος; Πασίας καὶ ταῦτ' ἐθελήσεις ἀπομόσαι μοι
τοὺς θεοὺς ἵν' ἂν κελεύσω 'γώ σε; Στρεψιάδης τοὺς ποίους θεούς; Πασίας τὸν Δία,
τὸν Ἑρμῆν, τὸν Ποσειδῶ. Στρεψιάδης νὴ Δία 1235 κἂν προσκαταθείην γ' ὥστ' ὀμόσαι
τριώβολον. Πασίας ἀπόλοιο τοίνυν ἕνεκ' ἀναιδείας ἔτι. Στρεψιάδης ἁλσὶν διασμηχθεὶς
ὄναιτ' ἂν οὑτοσί. Πασίας οἴμ' ὡς καταγελᾷς+. Στρεψιάδης ἓξ χοᾶς χωρήσεται. Πασίας
οὔ τοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺς 1240 ἐμοῦ καταπροίξει. Στρεψιάδης θαυμασίως
ἥσθην θεοῖς, καὶ Ζεὺς+ γέλοιος ὀμνύμενος+ τοῖς εἰδόσιν. Πασίας ἦ μὴν σὺ τούτων τῷ
χρόνῳ δώσεις δίκην. ἀλλ' εἴτ' ἀποδώσεις μοι τὰ χρήματ' εἴτε μή, ἀπόπεμψον ἀποκρινάμενος.
Στρεψιάδης ἔχε νυν ἥσυχος. 1245 ἐγὼ γὰρ αὐτίκ' ἀποκρινοῦμαί σοι σαφῶς. Πασίας τί
σοι δοκεῖ δράσειν; Μάρτυς ἀποδώσειν μοι δοκεῖ. Στρεψιάδης ποῦ 'σθ' οὗτος ἁπαιτῶν
με τἀργύριον; λέγε τουτὶ τί ἔστι; Πασίας τοῦθ' ὅ τι ἐστί; κάρδοπος. Στρεψιάδης ἔπειτ'
ἀπαιτεῖς τἀργύριον τοιοῦτος ὤν; 1250 οὐκ ἂν ἀποδοίην οὐδ' ἂν ὀβολὸν οὐδενί, ὅστις
καλέσειε+ κάρδοπον τὴν καρδόπην+. Πασίας οὐκ ἄρ' ἀποδώσεις; Στρεψιάδης οὐχ ὅσον+
γέ μ' εἰδέναι+. οὔκουν ἀνύσας τι θᾶττον ἀπολιταργιεῖς ἀπὸ τῆς θύρας; Πασίας ἄπειμι,
καὶ τοῦτ' ἴσθ' ὅτι 1255 θήσω πρυτανεῖ'+ ἢ μηκέτι+ ζῴην+ ἐγώ+. Στρεψιάδης καὶ προσαπολεῖς
ἄρ' αὐτὰ πρὸς ταῖς δώδεκα. καίτοι σε τοῦτό γ' οὐχὶ βούλομαι παθεῖν, ὁτιὴ 'κάλεσας
εὐηθικῶς τὴν κάρδοπον.
Αμυνίας ἰώ μοί μοι. Στρεψιάδης ἔα. 1260 τίς οὑτοσί ποτ' ἔσθ'
ὁ θρηνῶν; οὔτι που τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο; Αμυνίας τί δ' ὅστις εἰμὶ
τοῦτο βούλεσθ' εἰδέναι; ἀνὴρ κακοδαίμων. Στρεψιάδης κατὰ σεαυτόν νυν τρέπου. Αμυνίας
ὦ σκληρὲ δαῖμον, ὦ τύχαι θραυσάντυγες 1265 ἵππων ἐμῶν, ὦ Παλλὰς ὥς μ' ἀπώλεσας.
Στρεψιάδης τί δαί σε Τληπόλεμός ποτ' εἴργασται κακόν; Αμυνίας μὴ σκῶπτέ μ' ὦ τᾶν,
ἀλλά μοι τὰ χρήματα τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν, ἄλλως τε μέντοι καὶ κακῶς
πεπραγότι. Στρεψιάδης 1270 τὰ ποῖα ταῦτα χρήμαθ'+; Αμυνίας ἁδανείσατο. Στρεψιάδης
κακῶς ἄρ' ὄντως εἶχες, ὥς γ' ἐμοὶ δοκεῖς+. Αμυνίας ἵππους ἐλαύνων ἐξέπεσον νὴ τοὺς
θεούς. Στρεψιάδης τί δῆτα ληρεῖς ὥσπερ ἀπ' ὄνου καταπεσών; Αμυνίας ληρῶ, τὰ χρήματ'
ἀπολαβεῖν εἰ βούλομαι; Στρεψιάδης 1275 οὐκ ἔσθ' ὅπως σύ γ' αὐτὸς ὑγιαίνεις. Αμυνίας
τί δαί; Στρεψιάδης τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς. Αμυνίας σὺ δὲ νὴ τὸν
Ἑρμῆν προσκεκλήσεσθαί γέ μοι, εἰ μὴ 'ποδώσεις τἀργύριον. Στρεψιάδης κάτειπέ νυν,
πότερα νομίζεις καινὸν ἀεὶ τὸν Δία 1280 ὕειν ὕδωρ ἑκάστοτ', ἢ τὸν ἥλιον ἕλκειν κάτωθεν
ταὐτὸ τοῦθ' ὕδωρ πάλιν; Αμυνίας οὐκ οἶδ' ἔγωγ' ὁπότερον, οὐδέ μοι μέλει. Στρεψιάδης
πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ+, εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων;
Αμυνίας 1285 ἀλλ' εἰ σπανίζεις, τἀργυρίου μοι τὸν τόκον ἀπόδοτε: Στρεψιάδης τοῦτο
δ' ἔσθ' ὁ τόκος τί θηρίον; Αμυνίας τί δ' ἄλλο γ' ἢ κατὰ μῆνα καὶ καθ' ἡμέραν πλέον
πλέον τἀργύριον ἀεὶ γίγνεται ὑπορρέοντος τοῦ χρόνου; Στρεψιάδης καλῶς λέγεις. 1290
τί δῆτα; τὴν θάλατταν ἔσθ' ὅτι πλείονα νυνὶ νομίζεις ἢ πρὸ τοῦ; Αμυνίας μὰ Δί' ἀλλ'
ἴσην. οὐ γὰρ δίκαιον πλείον' εἶναι. Στρεψιάδης κᾆτα πῶς αὕτη μὲν ὦ κακόδαιμον οὐδὲν
γίγνεται ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ 1295 ζητεῖς ποιῆσαι τἀργύριον πλεῖον
τὸ σόν; οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας; φέρε μοι τὸ κέντρον. Αμυνίας ταῦτ'
ἐγὼ μαρτύρομαι. Στρεψιάδης ὕπαγε. τί μέλλεις; οὐκ ἐλᾷς ὦ σαμφόρα; Αμυνίας ταῦτ'
οὐχ ὕβρις δῆτ' ἐστίν+; Στρεψιάδης ᾄξεις; ἐπιαλῶ 1300 κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν
σειραφόρον. φεύγεις; ἔμελλόν σ' ἆρα+ κινήσειν+ ἐγὼ αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ
ξυνωρίσιν.
Χορός οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων: ὁ γὰρ γέρων ὅδ' ἐρασθεὶς 1305 ἀποστερῆσαι
βούλεται τὰ χρήμαθ' ἁδανείσατο: κοὐκ ἔσθ' ὅπως οὐ τήμερον λήψεταί τι πρᾶγμ', ὃ τοῦτον
1309 ποιήσει τὸν σοφιστὴν [ἴσως,] ἀνθ' ὧν πανουργεῖν ἤρξατ', ἐξαίφνης λαβεῖν κακόν
τι.
Χορός οἶμαι+ γὰρ αὐτὸν+ αὐτίχ'+ εὑρήσειν+ ὅπερ+ 1312 πάλαι+ ποτ' †ἐπεζήτει†
εἶναι τὸν υἱὸν δεινόν οἱ γνώμας ἐναντίας λέγειν 1315 τοῖσιν δικαίοις, ὥστε νικᾶν
ἅπαντας οἷσπερ ἂν ξυγγένηται, κἂν λέγῃ παμπόνηρ'. 1320 ἴσως δ' ἴσως βουλήσεται κἄφωνον
αὐτὸν εἶναι.
Στρεψιάδης ἰοὺ ἰού. ὦ γείτονες καὶ ξυγγενεῖς καὶ δημόται, ἀμυνάθετέ
μοι τυπτομένῳ πάσῃ τέχνῃ. οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου. 1325 ὦ μιαρὲ
τύπτεις τὸν πατέρα; Φειδιππίδης φήμ' ὦ πάτερ. Στρεψιάδης ὁρᾶθ' ὁμολογοῦνθ' ὅτι με
τύπτει. Φειδιππίδης καὶ μάλα. Στρεψιάδης ὦ μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε. Φειδιππίδης
αὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε. ἆρ' οἶσθ' ὅτι χαίρω πόλλ' ἀκούων καὶ κακά;
Στρεψιάδης 1330 ὦ λακκόπρωκτε. Φειδιππίδης πάττε πολλοῖς τοῖς ῥόδοις+. Στρεψιάδης
τὸν πατέρα τύπτεις; Φειδιππίδης κἀποφανῶ γε νὴ Δία ὡς ἐν δίκῃ σ' ἔτυπτον. Στρεψιάδης
ὦ μιαρώτατε, καὶ πῶς γένοιτ' ἂν πατέρα τύπτειν ἐν δίκῃ; Φειδιππίδης ἔγωγ' ἀποδείξω
καί σε νικήσω λέγων. Στρεψιάδης 1335 τουτὶ σὺ νικήσεις; Φειδιππίδης πολύ γε καὶ
ῥᾳδίως. ἑλοῦ δ' ὁπότερον τοῖν λόγοιν βούλει λέγειν. Στρεψιάδης ποίοιν λόγοιν; Φειδιππίδης
τὸν κρείττον' ἢ τὸν ἥττονα. Στρεψιάδης ἐδιδαξάμην μέντοι σε νὴ Δί' ὦ μέλε τοῖσιν
δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γε 1340 μέλλεις ἀναπείσειν+, ὡς δίκαιον καὶ καλὸν
τὸν πατέρα τύπτεσθ' ἐστὶν ὑπὸ τῶν υἱέων. Φειδιππίδης ἀλλ' οἴομαι μέντοι σ' ἀναπείσειν,
ὥστε+ γε οὐδ' αὐτὸς ἀκροασάμενος οὐδὲν+ ἀντερεῖς+. Στρεψιάδης καὶ μὴν ὅ τι καὶ λέξεις
ἀκοῦσαι βούλομαι.
Χορός 1345 σὸν ἔργον ὦ πρεσβῦτα φροντίζειν ὅπῃ τὸν ἄνδρα κρατήσεις,
ὡς οὗτος+, εἰ μή τῳ 'πεποίθειν, οὐκ ἂν ἦν οὕτως ἀκόλαστος+. ἀλλ'+ ἔσθ'+ ὅτῳ+ θρασύνεται+:
δῆλόν γε τἀνθρώπου 1350 'στὶ τὸ λῆμα.
Χορός ἀλλ' ἐξ ὅτου τὸ πρῶτον ἤρξαθ' ἡ μάχη
γενέσθαι, ἤδη λέγειν χρὴ πρὸς χορόν: πάντως+ δὲ τοῦτο++ δράσεις+++++.
Στρεψιάδης
καὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαι ἐγὼ φράσω: 'πειδὴ γὰρ εἱστιώμεθ',
ὥσπερ ἴστε, 1355 πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντ' ἐγὼ 'κέλευσα ᾆσαι Σιμωνίδου
μέλος, τὸν Κριὸν ὡς ἐπέχθη. ὁ δ' εὐθέως ἀρχαῖον εἶν' ἔφασκε+ τὸ κιθαρίζειν ᾄδειν
τε πίνονθ' ὡσπερεὶ κάχρυς γυναῖκ' ἀλοῦσαν. Φειδιππίδης οὐ γὰρ τότ' εὐθὺς χρῆν σ'
ἄρα τύπτεσθαί τε καὶ πατεῖσθαι, 1360 ᾄδειν κελεύονθ' ὡσπερεὶ τέττιγας ἑστιῶντα;
Στρεψιάδης τοιαῦτα μέντοι καὶ τότ' ἔλεγεν ἔνδον οἷάπερ νῦν, καὶ τὸν Σιμωνίδην ἔφασκ'
εἶναι κακὸν ποιητήν. κἀγὼ+ μόλις+ μὲν ἀλλ'+ ὅμως+ ἠνεσχόμην+ τὸ πρῶτον: ἔπειτα δ'
ἐκέλευσ' αὐτὸν ἀλλὰ μυρρίνην λαβόντα 1365 τῶν Αἰσχύλου λέξαι τί μοι+: κᾆθ' οὗτος
εὐθὺς εἶπεν: ‘ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποιηταῖς, ψόφου πλέων ἀξύστατον
στόμφακα κρημνοποιόν;’ κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν; ὅμως δὲ τὸν
θυμὸν δακὼν ἔφην, ‘σὺ δ' ἀλλὰ τούτων 1370 λέξον τι τῶν νεωτέρων, ἅττ' ἐστὶ τὰ σοφὰ
ταῦτα.’ ὁ δ' εὐθὺς ᾖσ' Εὐριπίδου ῥῆσίν τιν', ὡς ἐκίνει ἀδελφὸς ὦλεξίκακε τὴν ὁμομητρίαν
ἀδελφήν. κἀγὼ οὐκέτ' ἐξηνεσχόμην, ἀλλ' εὐθέως ἀράττω πολλοῖς κακοῖς καἰσχροῖσι:
κᾆτ' ἐντεῦθεν, οἷον εἰκός, 1375 ἔπος πρὸς ἔπος ἠρειδόμεσθ': εἶθ' οὗτος ἐπαναπηδᾶ,
κἄπειτ' ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέθλιβεν. Φειδιππίδης οὔκουν δικαίως, ὅστις οὐκ
Εὐριπίδην ἐπαινεῖς σοφώτατον; Στρεψιάδης σοφώτατόν γ' ἐκεῖνον:ὦ -- τί σ' εἴπω; ἀλλ'
αὖθις αὖ τυπτήσομαι. Φειδιππίδης νὴ τὸν Δί' ἐν δίκῃ γ' ἄν. Στρεψιάδης 1380 καὶ πῶς
δικαίως; ὅστις ὦ 'ναίσχυντέ σ' ἐξέθρεψα, αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅ
τι νοοίης. εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον: μαμμᾶν δ' ἂν αἰτήσαντος+
ἧκόν+ σοι φέρων+ ἂν ἄρτον+: κακκᾶν δ' ἂν οὐκ ἔφθης+ φράσας, κἀγὼ λαβὼν θύραζε 1385
ἐξέφερον ἂν καὶ προὐσχόμην σε: σὺ δ' ἐμὲ νῦν ἀπάγχων
Στρεψιάδης βοῶντα καὶ κεκραγόθ'
ὅτι χεζητιῴην, οὐκ ἔτλης ἔξω 'ξενεγκεῖν ὦ μιαρὲ θύραζέ μ', ἀλλὰ πνιγόμενος 1390
αὐτοῦ 'ποίησα κακκᾶν.
http://www.perseus.tufts.edu/cgi-bin/ptext?doc=Perseus%3Atext%3A1999.01.0027;query=card%3D%2361;layout=;loc=1353
|