|
1 |
Ἀθήνα
ἀεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε
πεῖράν τιν᾽ ἐχθρῶν ἁρπάσαι θηρώμενον·
καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ
Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει,
πάλαι κυνηγετοῦντα καὶ μετρούμενον |
|
5 |
ἴχνη τὰ κείνου νεοχάραχθ᾽, ὅπως ἴδῃς
εἴτ᾽ ἔνδον εἴτ᾽ οὐκ ἔνδον. εὖ δέ σ᾽ ἐκφέρει
κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις.
ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει, κάρα
στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους.
|
|
10 |
καί σ᾽ οὐδὲν εἴσω τῆσδε παπταίνειν πύλης
ἔτ᾽ ἔργον ἐστίν, ἐννέπειν δ᾽ ὅτου χάριν
σπουδὴν ἔθου τήνδ᾽, ὡς παρ᾽ εἰδυίας μάθῃς.
Ὀδυσσεύς
ὦ φθέγμ᾽ Ἀθάνας, φιλτάτης ἐμοὶ θεῶν,
ὡς εὐμαθές σου, κἂν ἄποπτος ᾖς ὅμως,
|
|
15 |
φώνημ᾽ ἀκούω καὶ ξυναρπάζω φρενὶ
χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς.
καὶ νῦν ἐπέγνως εὖ μ᾽ ἐπ᾽ ἀνδρὶ δυσμενεῖ
βάσιν κυκλοῦντ᾽, Αἴαντι τῷ σακεσφόρῳ·
κεῖνον γάρ, οὐδέν᾽ ἄλλον, ἰχνεύω πάλαι.
|
|
20 |
νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον
ἔχει περάνας, εἴπερ εἴργασται τάδε·
ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλ᾽ ἀλώμεθα·
κἀγὼ ᾽θελοντὴς τῷδ᾽ ὑπεζύγην πόνῳ.
ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν
|
|
25 |
λείας ἁπάσας καὶ κατηναρισμένας
ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.
τήνδ᾽ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.
καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον
πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει
|
|
30 |
φράζει τε κἀδήλωσεν· εὐθέως δ᾽ ἐγὼ
κατ᾽ ἴχνος ᾄσσω, καὶ τὰ μὲν σημαίνομαι,
τὰ δ᾽ ἐκπέπληγμαι κοὐκ ἔχω μαθεῖν ὅτου.
καιρὸν δ᾽ ἐφήκεις· πάντα γὰρ τά τ᾽ οὖν πάρος
τά τ᾽ εἰσέπειτα σῇ κυβερνῶμαι χερί.
|
|
35 |
Ἀθήνα
ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην
τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ.
Ὀδυσσεύς
ἦ καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ;
Ἀθήνα
ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι.
Ὀδυσσεύς
καὶ πρὸς τί δυσλόγιστον ὧδ᾽ ᾖξεν χέρα;
|
|
40 |
Ἀθήνα
χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων.
Ὀδυσσεύς
τί δῆτα ποίμναις τήνδ᾽ ἐπεμπίπτει βάσιν;
Ἀθήνα
δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ.
Ὀδυσσεύς
ἦ καὶ τὸ βούλευμ᾽ ὡς ἐπ᾽ Ἀργείοις τόδ᾽ ἦν;
Ἀθήνα
κἂν ἐξεπράξατ᾽, εἰ κατημέλησ᾽ ἐγώ.
|
|
45 |
Ὀδυσσεύς
ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει;
Ἀθήνα
νύκτωρ ἐφ᾽ ὑμᾶς δόλιος ὁρμᾶται μόνος.
Ὀδυσσεύς
ἦ καὶ παρέστη κἀπὶ τέρμ᾽ ἀφίκετο;
Ἀθήνα
καὶ δὴ ᾽πὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.
Ὀδυσσεύς
καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;
|
|
50 |
Ἀθήνα
ἐγώ σφ᾽ ἀπείργω, δυσφόρους ἐπ᾽ ὄμμασι
γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς,
καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε
λείας ἄδαστα βουκόλων φρουρήματα·
ἔνθ᾽ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον
|
|
55 |
κύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθ᾽ ὅτε
δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων,
ὅτ᾽ ἄλλοτ᾽ ἄλλον ἐμπίτνων στρατηλατῶν.
ἐγὼ δὲ φοιτῶντ᾽ ἄνδρα μανιάσιν νόσοις
ὤτρυνον, εἰσέβαλλον εἰς ἕρκη κακά.
|
|
60 |
κἄπειτ᾽ ἐπειδὴ τοῦδ᾽ ἐλώφησεν πόνου,
τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν
ποίμνας τε πάσας εἰς δόμους κομίζεται,
ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων,
καὶ νῦν κατ᾽ οἴκους συνδέτους αἰκίζεται.
|
|
65 |
δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,
ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.
θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου
τὸν ἄνδρ᾽· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους
αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν.
|
|
70 |
οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας
δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ·
Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος.
Ὀδυσσεύς
τί δρᾷς, Ἀθάνα; μηδαμῶς σφ᾽ ἔξω κάλει.
Ἀθήνα
οὐ σῖγ᾽ ἀνέξει μηδὲ δειλίαν ἀρεῖ;
|
|
75 |
Ὀδυσσεύς
μὴ πρὸς θεῶν, ἀλλ᾽ ἔνδον ἀρκείτω μένων.
Ἀθήνα
τί μὴ γένηται; πρόσθεν οὐκ ἀνὴρ ὅδ᾽ ἦν;
Ὀδυσσεύς
ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι.
Ἀθήνα
οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν;
Ὀδυσσεύς
ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν.
|
|
80 |
Ἀθήνα
μεμηνότ᾽ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;
Ὀδυσσεύς
φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.
Ἀθήνα
ἀλλ᾽ οὐδὲ νῦν σε μὴ παρόντ᾽ ἴδῃ πέλας.
Ὀδυσσεύς
πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ;
Ἀθήνα
ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.
|
|
85 |
Ὀδυσσεύς
γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου.
Ἀθήνα
σίγα νυν ἑστὼς καὶ μέν᾽ ὡς κυρεῖς ἔχων.
Ὀδυσσεύς
μένοιμ᾽ ἄν· ἤθελον δ᾽ ἂν ἐκτὸς ὢν τυχεῖν.
Ἀθήνα
ὦ οὕτος,Αἴας, δεύτερόν σε προσκαλῶ.
τί βαιὸν οὕτως ἐντρέπει τῆς συμμάχου;
|
|
90 |
Αἴας
ὦ χαῖρ᾽ Ἀθάνα, χαῖρε Διογενὲς τέκνον,
ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼ
στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν.
Ἀθήνα
καλῶς ἔλεξας· ἀλλ᾽ ἐκεῖνό μοι φράσον,
ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ;
|
|
95 |
Αἴας κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
Ἀθήνα
ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα;
Αἴας
ὥστ᾽ οὔποτ᾽ Αἴανθ᾽ οἵδ᾽ ἀτιμάσουσ᾽ ἔτι.
Ἀθήνα
τεθνᾶσιν ἄνδρες, ὡς τὸ σὸν ξυνῆκ᾽ ἐγώ.
Αἴας
θανόντες ἤδη τἄμ᾽ ἀφαιρείσθων ὅπλα.
|
|
100 |
Ἀθήνα
εἶεν, τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου,
ποῦ σοι τύχης ἕστηκεν; ἢ πέφευγέ σε;
Αἴας
ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μ᾽ ὅπου;
Ἀθήνα
ἔγωγ᾽· Ὀδυσσέα τὸν σὸν ἐνστάτην λέγω.
Αἴας
ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω
|
|
105 |
θακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.
Ἀθήνα
πρὶν ἂν τί δράσῃς ἢ τί κερδάνῃς πλέον;
Αἴας
πρὶν ἂν δεθεὶς πρὸς κίον᾽ ἑρκείου στέγης.
Ἀθήνα
τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν;
Αἴας
μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.
|
|
110 |
Ἀθήνα
μὴ δῆτα τὸν δύστηνον ὧδέ γ᾽ αἰκίσῃ.
Αἴας
χαίρειν, Ἀθάνα, τἄλλ᾽ ἐγώ σ᾽ ἐφίεμαι·
κεῖνος δὲ τίσει τήνδε κοὐκ ἄλλην δίκην.
Ἀθήνα
σὺ δ᾽ οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν,
χρῶ χειρί, φείδου μηδὲν ὧνπερ ἐννοεῖς.
|
|
115 |
Αἴας
χωρῶ πρὸς ἔργον· σοὶ δὲ τοῦτ᾽ ἐφίεμαι,
τοιάνδ᾽ ἀεί μοι σύμμαχον παρεστάναι.
Ἀθήνα
ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν ὅση;
τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος
ἢ δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια;
|
|
120 |
Ὀδυσσεύς
ἐγὼ μὲν οὐδέν᾽ οἶδ᾽· ἐποικτίρω δέ νιν
δύστηνον ἔμπας, καίπερ ὄντα δυσμενῆ,
ὁθούνεκ᾽ ἄτῃ συγκατέζευκται κακῇ,
οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν·
ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν
|
|
125 |
εἴδωλ᾽ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν.
Ἀθήνα
τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον
μηδέν ποτ᾽ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος,
μηδ᾽ ὄγκον ἄρῃ μηδέν᾽, εἴ τινος πλέον
ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει.
|
|
130 |
ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν
ἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας
θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.
Χορός
Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου
Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου,
|
|
135 |
σὲ μὲν εὖ πράσσοντ᾽ ἐπιχαίρω·
σὲ δ᾽ ὅταν πληγὴ Διὸς ἢ ζαμενὴς
λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,
μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι
πτηνῆς ὡς ὄμμα πελείας.
|
|
140 |
ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς
μεγάλοι θόρυβοι κατέχουσ᾽ ἡμᾶς
ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ
λειμῶν᾽ ἐπιβάντ᾽ ὀλέσαι Δαναῶν
βοτὰ καὶ λείαν,
|
|
145 |
ἥπερ δορίληπτος ἔτ᾽ ἦν λοιπή,
κτείνοντ᾽ αἴθωνι σιδήρῳ.
τοιούσδε λόγους ψιθύρους πλάσσων
εἰς ὦτα φέρει πᾶσιν :Ὀδυσσεύς
,
καὶ σφόδρα πείθει· περὶ γὰρ σοῦ νῦν
|
|
150 |
εὔπειστα λέγει, καὶ πᾶς ὁ κλύων
τοῦ λέξαντος χαίρει μᾶλλον
τοῖς σοῖς ἄχεσιν καθυβρίζων.
τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς
οὐκ ἂν ἁμάρτοις· κατὰ δ᾽ ἄν τις ἐμοῦ
|
|
155 |
τοιαῦτα λέγων οὐκ ἂν πείθοι·
πρὸς γὰρ τὸν ἔχονθ᾽ ὁ φθόνος ἕρπει.
καίτοι σμικροὶ μεγάλων χωρὶς
σφαλερὸν πύργου ῥῦμα πέλονται·
μετὰ γὰρ μεγάλων βαιὸς ἄριστ᾽ ἂν
|
|
160 |
καὶ μέγας ὀρθοῖθ᾽ ὑπὸ μικροτέρων.
ἀλλ᾽ οὐ δυνατὸν τοὺς ἀνοήτους
τούτων γνώμας προδιδάσκειν.
ὑπὸ τοιούτων ἀνδρῶν θορυβεῖ
χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτ᾽
|
|
165 |
ἀπαλέξασθαι σοῦ χωρίς, ἄναξ.
ἀλλ᾽ ὅτε γὰρ δὴ τὸ σὸν ὄμμ᾽ ἀπέδραν,
παταγοῦσιν ἅπερ πτηνῶν ἀγέλαι·
μέγαν αἰγυπιὸν δ᾽ ὑποδείσαντες
τάχ᾽ ἂν ἐξαίφνης, εἰ σὺ φανείης,
|
|
170 |
σιγῇ πτήξειαν ἄφωνοι.
ἦ ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμις
ὦ μεγάλα φάτις, ὦ
μᾶτερ αἰσχύνας ἐμᾶς
ὥρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας,
|
|
175 |
ἦ πού τινος νίκας ἀκάρπωτον χάριν,
ἤ ῥα κλυτῶν ἐνάρων
ψευσθεῖσ᾽, ἀδώροις, εἴτ᾽ ἐλαφαβολίας;
ἢ χαλκοθώραξ μή τιν᾽ Ἐνυάλιος
μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις
|
|
180 |
μαχαναῖς ἐτίσατο λώβαν;
οὔ ποτε γὰρ φρενόθεν γ᾽ ἐπ᾽ ἀριστερά,
παῖ Τελαμῶνος, ἔβας
τόσσον, ἐν ποίμναις πίτνων·
|
|
185 |
ἥκοι γὰρ ἂν θεία νόσος· ἀλλ᾽ ἀπερύκοι
καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν.
εἰ δ᾽ ὑποβαλλόμενοι
κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς
ἢ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς,
|
|
190 |
μὴ μή, ἄναξ, ἔθ᾽ ὧδ᾽ ἐφάλοις κλισίαις
ὄμμ᾽ ἔχων κακὰν φάτιν ἄρῃ.
ἀλλ᾽ ἄνα ἐξ ἑδράνων, ὅπου μακραίωνι
στηρίζει ποτὲ τᾷδ᾽ ἀγωνίῳ σχολᾷ
ἄταν οὐρανίαν φλέγων.
|
|
195 |
ἐχθρῶν δ᾽ ὕβρις ὧδ᾽ ἀτάρβητα
ὁρμᾶται ἐν εὐανέμοις βάσσαις,
πάντων καγχαζόντων
γλώσσαις βαρυάλγητα·
ἐμοὶ δ᾽ ἄχος ἕστακεν.
|
|
200 |
Τέκμησσα
ναὸς ἀρωγοὶ τῆς Αἴαντος,
γενεᾶς χθονίων ἀπ᾽ Ἐρεχθειδῶν,
ἔχομεν στοναχὰς οἱ κηδόμενοι
τοῦ Τελαμῶνος τηλόθεν οἴκου.
νῦν γὰρ ὁ δεινὸς μέγας ὠμοκρατὴς
|
|
205 |
Αἴας θολερῷ κεῖται χειμῶνι νοσήσας.
Χορός
τί δ᾽ ἐνήλλακται τῆς ἡμερίας
νὺξ ἥδε βάρος;
|
|
210 |
παῖ τοῦ Φρυγίου Τελεύταντος,
λέγ᾽, ἐπεὶ σὲ λέχος δουριάλωτον
στέρξας ἀνέχει θούριος Αἴας·
ὥστ᾽ οὐκ ἂν ἄϊδρις ὑπείποις.
Τέκμησσα
πῶς δῆτα λέγω λόγον ἄρρητον;
|
|
215 |
θανάτῳ γὰρ ἴσον βάρος ἐκπεύσει.
μανίᾳ γὰρ ἁλοὺς ἡμὶν ὁ κλεινὸς
νύκτερος :Αἴας
ἀπελωβήθη.
τοιαῦτ᾽ ἂν ἴδοις σκηνῆς ἔνδον
χειροδάϊκτα σφάγι᾽ αἱμοβαφῆ,
κείνου χρηστήρια τἀνδρός.
|
|
220 |
Χορός
οἵαν ἐδήλωσας ἀνέρος αἴθονος
ἀγγελίαν ἄτλατον οὐδὲ φευκτάν,
τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν,
|
|
225 |
τὰν ὁ μέγας μῦθος ἀέξει.
οἴμοι φοβοῦμαι τὸ προσέρπον· περίφαντος ἁνὴρ
θανεῖται, παραπλάκτῳ χερὶ συγκατακτὰς
κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας.
|
|
230 |
Τέκμησσα
ὤμοι· κεῖθεν κεῖθεν ἄρ᾽ ἡμῖν
δεσμῶτιν ἄγων ἤλυθε ποίμνην·
ὧν τὴν μὲν ἔσω σφάζ᾽ ἐπὶ γαίας,
|
|
235 |
τὰ δὲ πλευροκοπῶν δίχ᾽ ἀνερρήγνυ.
δύο δ᾽ ἀργίποδας κριοὺς ἀνελὼν
τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν
ῥιπτεῖ θερίσας, τὸν δ᾽ ὀρθὸν ἄνω
κίονι δήσας
|
|
240 |
μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν
παίει λιγυρᾷ μάστιγι διπλῇ,
κακὰ δεννάζων ῥήμαθ᾽, ἃ δαίμων
κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν.
Χορός
ὥρα τιν᾽ ἤδη τοι κρᾶτα καλύμμασι
|
|
245 |
κρυψάμενον ποδοῖν κλοπὰν ἀρέσθαι
ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον
ποντοπόρῳ ναῒ μεθεῖναι.
|
|
250 |
τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι
καθ᾽ ἡμῶν· πεφόβημαι λιθόλευστον Ἄρη
ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἶσ᾽ ἄπλατος ἴσχει.
|
|
255 |
Τέκμησσα
οὐκέτι· λαμπρᾶς γὰρ ἄτερ στεροπῆς
ᾄξας ὀξὺς νότος ὣς λήγει,
καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει·
τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη,
|
|
260 |
μηδενὸς ἄλλου παραπράξαντος,
μεγάλας ὀδύνας ὑποτείνει.
Χορός
ἀλλ᾽ εἰ πέπαυται, κάρτ᾽ ἂν εὐτυχεῖν δοκῶ·
φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.
Τέκμησσα
πότερα δ᾽ ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις,
|
|
265 |
φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν,
ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών;
Χορός
τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν.
Τέκμησσα
ἡμεῖς ἄρ᾽ οὐ νοσοῦντες ἀτώμεσθα νῦν.
Χορός
πῶς τοῦτ᾽ ἔλεξας; οὐ κάτοιδ᾽ ὅπως λέγεις.
|
|
270 |
Τέκμησσα
ἁνὴρ ἐκεῖνος, ἡνίκ᾽ ἦν ἐν τῇ νόσῳ,
αὐτὸς μὲν ἥδεθ᾽ οἷσιν εἴχετ᾽ ἐν κακοῖς,
ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών·
νῦν δ᾽ ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου,
κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ
|
|
275 |
ἡμεῖς θ᾽ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος.
ἆρ᾽ ἔστι ταῦτα δὶς τόσ᾽ ἐξ ἁπλῶν κακά;
Χορός
ξύμφημι δή σοι καὶ δέδοικα μὴ ᾽κ θεοῦ
πληγή τις ἥκῃ. πῶς γάρ, εἰ πεπαυμένος
μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται;
|
|
280 |
Τέκμησσα
ὡς ὧδ᾽ ἐχόντων τῶνδ᾽ ἐπίστασθαί σε χρή.
Χορός
τίς γάρ ποτ᾽ ἀρχὴ τοῦ κακοῦ προσέπτατο;
δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.
Τέκμησσα
ἅπαν μαθήσει τοὔργον ὡς κοινωνὸς ὤν.
κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχ᾽ ἕσπεροι
|
|
285 |
λαμπτῆρες οὐκέτ᾽ ᾖθον, ἄμφηκες λαβὼν
ἐμαίετ᾽ ἔγχος ἐξόδους ἕρπειν κενάς.
κἀγὼ ᾽πιπλήσσω καὶ λέγω· τί χρῆμα δρᾷς, Αἴας;
τί τήνδ᾽ ἄκλητος οὔθ᾽ ὑπ᾽ ἀγγέλων
κληθεὶς ἀφορμᾷς πεῖραν οὔτε τοῦ κλύων
|
|
290 |
σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός.
ὁ δ᾽ εἶπε πρός με βαί᾽, ἀεὶ δ᾽ ὑμνούμενα·
γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.
κἀγὼ μαθοῦσ᾽ ἔληξ᾽, ὁ δ᾽ ἐσσύθη μόνος.
καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας·
|
|
295 |
ἔσω δ᾽ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ
ταύρους, κύνας βοτῆρας, εὔερόν τ᾽ ἄγραν.
καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δ᾽ ἄνω τρέπων
ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους
ᾐκίζεθ᾽ ὥστε φῶτας ἐν ποίμναις πίτνων.
|
|
300 |
τέλος δ᾽ ὑπᾴξας διὰ θυρῶν σκιᾷ τινι
λόγους ἀνέσπα, τοὺς μὲν Ἀτρειδῶν κάτα,
τοὺς δ᾽ ἀμφ᾽ Ὀδυσσεῖ, συντιθεὶς γέλων πολύν,
ὅσην κατ᾽ αὐτῶν ὕβριν ἐκτίσαιτ᾽ ἰών·
κἄπειτ᾽ ἐπᾴξας αὖθις ἐς δόμους πάλιν,
|
|
305 |
ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,
καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,
παίσας κάρα ᾽θώϋξεν· ἐν δ᾽ ἐρειπίοις
νεκρῶν ἐρειφθεὶς ἕζετ᾽ ἀρνείου φόνου,
κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.
|
|
310 |
καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·
ἔπειτ᾽ ἐμοὶ τὰ δείν᾽ ἐπηπείλησ᾽ ἔπη,
εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,
κἀνήρετ᾽ ἐν τῷ πράγματος κυροῖ ποτέ.
κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένον
|
|
315 |
ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην.
ὁ δ᾽ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς,
ἃς οὔποτ᾽ αὐτοῦ πρόσθεν εἰσήκουσ᾽ ἐγώ·
πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους
τοιούσδ᾽ ἀεί ποτ᾽ ἀνδρὸς ἐξηγεῖτ᾽ ἔχειν·
|
|
320 |
ἀλλ᾽ ἀψόφητος ὀξέων κωκυμάτων
ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος.
νῦν δ᾽ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ
ἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖς
σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών·
|
|
325 |
καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν.
τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.
ἀλλ᾽, ὦ φίλοι, τούτων γὰρ οὕνεκ᾽ ἐστάλην,
ἀρήξατ᾽ εἰσελθόντες, εἰ δύνασθέ τι·
φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.
|
|
330 |
Χορός
Τέκμησσα, δεινά, παῖ Τελεύταντος, λέγεις
ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.
Αἴας
ἰώ μοί μοι.
Τέκμησσα
τάχ᾽, ὡς ἔοικε, μᾶλλον· ἢ οὐκ ἠκούσατε
Αἴαντος οἵαν τήνδε θωΰσσει βοήν;
|
|
335 |
Αἴας
ἰώ μοί μοι.
Χορός
ἁνὴρ ἔοικεν ἢ νοσεῖν ἢ τοῖς πάλαι
νοσήμασιν ξυνοῦσι λυπεῖσθαι παρών.
Αἴας
ἰὼ παῖ παῖ.
Τέκμησσα
ὤμοι τάλαιν᾽· Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.
|
|
340 |
τί ποτε μενοινᾷ; ποῦ ποτ᾽ εἶ; τάλαιν᾽ ἐγώ.
Αἴας
Τεῦκρον καλῶ. ποῦ Τεῦκρος; ἢ τὸν εἰσαεὶ
λεηλατήσει χρόνον, ἐγὼ δ᾽ ἀπόλλυμαι;
Χορός
ἁνὴρ φρονεῖν ἔοικεν. ἀλλ᾽ ἀνοίγετε.
τάχ᾽ ἄν τιν᾽ αἰδῶ κἀπ᾽ ἐμοὶ βλέψας λάβοι.
|
|
345 |
Τέκμησσα
ἰδού, διοίγω· προσβλέπειν δ᾽ ἔξεστί σοι
τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.
Αἴας
ἰὼ
φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων,
μόνοι ἔτ᾽ ἐμμένοντες ὀρθῷ νόμῳ,
|
|
350 |
ἴδεσθέ μ᾽ οἷον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης
ἀμφίδρομον κυκλεῖται.
Χορός
οἴμ᾽ ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν.
δηλοῖ δὲ τοὔργον ὡς ἀφροντίστως ἔχει.
|
|
355 |
Αἴας
ἰὼ
γένος ναΐας ἀρωγὸν τέχνας,
ἅλιον ὃς ἐπέβας ἑλίσσων πλάταν,
σέ τοι σέ τοι μόνον δέδορκα πημονὰν ἐπαρκέσοντ᾽·
|
|
360 |
ἀλλά με συνδάϊξον.
Χορός
εὔφημα φώνει· μὴ κακὸν κακῷ διδοὺς
ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει.
Αἴας
ὁρᾷς τὸν θρασύν, τὸν εὐκάρδιον,
τὸν ἐν δαΐοις ἄτρεστον μάχαις,
|
|
365 |
ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;
ὤμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα.
Τέκμησσα
μή, δέσποτ᾽ Αἴας, λίσσομαί σ᾽, αὔδα τάδε.
Αἴας
οὐκ ἐκτός; οὐκ ἄψορρον ἐκνεμεῖ πόδα;
αἰαῖ αἰαῖ.
|
|
370 |
Χορός
ὦ πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εὖ.
Αἴας
ὦ δύσμορος, ὃς χερὶ μὲν
μεθῆκα τοὺς ἀλάστορας, ἐν δ᾽ ἑλίκεσσι
βουσὶ καὶ κλυτοῖς πεσὼν αἰπολίοις
|
|
375 |
ἐρεμνὸν αἷμ᾽ ἔδευσα.
Χορός
τί δῆτ᾽ ἂν ἀλγοίης ἐπ᾽ ἐξειργασμένοις;
οὐ γὰρ γένοιτ᾽ ἂν ταῦθ᾽ ὅπως οὐχ ὧδ᾽ ἔχειν.
Αἴας
ἰὼ πάνθ᾽ ὁρῶν ἁπάντων τ᾽ ἀεὶ
κακῶν ὄργανον, τέκνον Λαρτίου,
|
|
380 |
κακοπινέστατόν τ᾽ ἄλημα στρατοῦ,
ἦ που πολὺν γέλωθ᾽ ὑφ᾽ ἡδονῆς ἄγεις.
Χορός
ξύν τοι θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.
Αἴας
ἴδοιμι μήν νιν, καίπερ ὧδ᾽ ἀτώμενος.
ἰώ μοί μοι.
|
|
385 |
Χορός
μηδὲν μέγ᾽ εἴπῃς· οὐχ ὁρᾷς ἵν᾽ εἶ κακοῦ;
Αἴας
ὦ Ζεῦ, προγόνων προπάτωρ,
πῶς ἂν τὸν αἱμυλώτατον, ἐχθρὸν ἄλημα,
τούς τε δισσάρχας ὀλέσσας βασιλῆς
|
|
390 |
τέλος θάνοιμι καὐτός;
Τέκμησσα
ὅταν κατεύχῃ ταῦθ᾽, ὁμοῦ κἀμοὶ θανεῖν
εὔχου· τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος;
Αἴας
ἰὼ
σκότος, ἐμὸν φάος,
|
|
395 |
ἔρεβος ὦ φαεννότατον, ὡς ἐμοί,
ἕλεσθ᾽ ἕλεσθέ μ᾽ οἰκήτορα,
ἕλεσθέ μ᾽· οὔτε γὰρ θεῶν γένος οὔθ᾽ ἁμερίων
ἔτ᾽ ἄξιος βλέπειν τιν᾽ εἰς ὄνασιν ἀνθρώπων.
|
|
400 |
ἀλλά μ᾽ ἁ Διὸς
ἀλκίμα θεὸς
ὀλέθρι᾽ αἰκίζει.
ποῖ τις οὖν φύγῃ;
ποῖ μολὼν μενῶ;
εἰ τὰ μὲν φθίνει, φίλοι, τοιοῖσδ᾽
|
|
405 |
ὁμοῦ πέλας, μώραις δ᾽ ἄγραις προσκείμεθα,
πᾶς δὲ στρατὸς δίπαλτος ἄν με
χειρὶ φονεύοι.
Τέκμησσα
ὦ δυστάλαινα, τοιάδ᾽ ἄνδρα χρήσιμον
|
|
410 |
φωνεῖν, ἃ πρόσθεν οὗτος οὐκ ἔτλη ποτ᾽ ἄν.
Αἴας
ἰὼ
πόροι ἁλίρροθοι
πάραλά τ᾽ ἄντρα καὶ νέμος ἐπάκτιον,
πολὺν πολύν με δαρόν τε δὴ
κατείχετ᾽ ἀμφὶ Τροίαν χρόνον· ἀλλ᾽ οὐκέτι μ᾽, οὐκ
|
|
415 |
ἔτ᾽ ἀμπνοὰς ἔχοντα· τοῦτό τις φρονῶν ἴστω.
ὦ Σκαμάνδριοι
γείτονες ῥοαί,
εὔφρονες Ἀργείοις,
|
|
420 |
οὐκέτ᾽ ἄνδρα μὴ
τόνδ᾽ ἴδητ᾽, ἔπος
ἐξερῶ μέγ᾽, οἷον οὔτινα
Τροία στρατοῦ δέρχθη χθονὸς μολόντ᾽ ἀπὸ
|
|
425 |
Ἑλλανίδος· τανῦν δ᾽ ἄτιμος
ὧδε πρόκειμαι.
Χορός
οὔτοι σ᾽ ἀπείργειν οὐδ᾽ ὅπως ἐῶ λέγειν
ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα.
Αἴας
αἰαῖ· τίς ἄν ποτ᾽ ᾤεθ᾽ ὧδ᾽ ἐπώνυμον
|
|
430 |
τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;
νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ
καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω·
ὅτου πατὴρ μὲν τῆσδ᾽ ἀπ᾽ Ἰδαίας χθονὸς
τὰ πρῶτα καλλιστεῖ᾽ ἀριστεύσας στρατοῦ
|
|
435 |
πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων·
ἐγὼ δ᾽ ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον
Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει
οὐδ᾽ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,
ἄτιμος Ἀργείοισιν ὧδ᾽ ἀπόλλυμαι.
|
|
440 |
καίτοι τοσοῦτόν γ᾽ ἐξεπίστασθαι δοκῶ·
εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι
κρίνειν ἔμελλε κράτος ἀριστείας τινί,
οὐκ ἄν τις αὔτ᾽ ἔμαρψεν ἄλλος ἀντ᾽ ἐμοῦ.
νῦν δ᾽ αὔτ᾽ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας
|
|
445 |
ἔπραξαν, ἀνδρὸς τοῦδ᾽ ἀπώσαντες κράτη.
κεἰ μὴ τόδ᾽ ὄμμα καὶ φρένες διάστροφοι
γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε
δίκην κατ᾽ ἄλλου φωτὸς ὧδ᾽ ἐψήφισαν.
νῦν δ᾽ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ
|
|
450 |
ἤδη μ᾽ ἐπ᾽ αὐτοῖς χεῖρ᾽ ἐπεντύνοντ᾽ ἐμὴν
ἔσφηλεν, ἐμβαλοῦσα λυσσώδη νόσον,
ὥστ᾽ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς·
κεῖνοι δ᾽ ἐπεγγελῶσιν ἐκπεφευγότες,
ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν
|
|
455 |
βλάπτοι, φύγοι τἂν χὠ κακὸς τὸν κρείσσονα.
καὶ νῦν τί χρὴ δρᾶν; ὅστις ἐμφανῶς θεοῖς
ἐχθαίρομαι, μισεῖ δέ μ᾽ Ἑλλήνων στρατός,
ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.
πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας
|
|
460 |
μόνους τ᾽ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;
καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς
Τελαμῶνι; πῶς με τλήσεταί ποτ᾽ εἰσιδεῖν
γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,
ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν;
|
|
465 |
οὐκ ἔστι τοὔργον τλητόν. ἀλλὰ δῆτ᾽ ἰὼν
πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις
καὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω;
ἀλλ᾽ ὧδέ γ᾽ Ἀτρείδας ἂν εὐφράναιμί που.
οὐκ ἔστι ταῦτα. πεῖρά τις ζητητέα
|
|
470 |
τοιάδ᾽ ἀφ᾽ ἧς γέροντι δηλώσω πατρὶ
μή τοι φύσιν γ᾽ ἄσπλαγχνος ἐκ κείνου γεγώς.
αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου,
κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.
τί γὰρ παρ᾽ ἦμαρ ἡμέρα τέρπειν ἔχει
|
|
475 |
προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;
οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν
ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται·
ἀλλ᾽ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι
τὸν εὐγενῆ χρή. πάντ᾽ ἀκήκοας λόγον.
|
|
480 |
Χορός
οὐδεὶς ἐρεῖ ποθ᾽ ὡς ὑπόβλητον λόγον,
Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός·
παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις
γνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς.
Τέκμησσα
ὦ δέσποτ᾽ Αἴας, τῆς ἀναγκαίας τύχης
|
|
485 |
οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν.
ἐγὼ δ᾽ ἐλευθέρου μὲν ἐξέφυν πατρός,
εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν·
νῦν δ᾽ εἰμὶ δούλη· θεοῖς γὰρ ὧδ᾽ ἔδοξέ που
καὶ σῇ μάλιστα χειρί. τοιγαροῦν, ἐπεὶ
|
|
490 |
τὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά,
καί σ᾽ ἀντιάζω πρός τ᾽ ἐφεστίου Διὸς
εὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοί,
μή μ᾽ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν
τῶν σῶν ὑπ᾽ ἐχθρῶν, χειρίαν ἐφείς τινι.
|
|
495 |
ᾗ γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς,
ταύτῃ νόμιζε κἀμὲ τῇ τόθ᾽ ἡμέρᾳ
βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο
ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.
καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ
|
|
500 |
λόγοις ἰάπτων· ἴδετε τὴν ὁμευνέτιν
Αἴαντος, ὃς μέγιστον ἴσχυσεν στρατοῦ,
οἵας λατρείας ἀνθ᾽ ὅσου ζήλου τρέφει.
τοιαῦτ᾽ ἐρεῖ τις· κἀμὲ μὲν δαίμων ἐλᾷ,
σοὶ δ᾽ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.
|
|
505 |
ἀλλ᾽ αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ
γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα
πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις
θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν·
οἴκτιρε δ᾽, ὦναξ, παῖδα τὸν σόν, εἰ νέας
|
|
510 |
τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος
ὑπ᾽ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν
κείνῳ τε κἀμοὶ τοῦθ᾽, ὅταν θάνῃς, νεμεῖς.
ἐμοὶ γὰρ οὐκέτ᾽ ἔστιν εἰς ὅ τι βλέπω
πλὴν σοῦ. σὺ γάρ μοι πατρίδ᾽ ᾔστωσας δόρει,
|
|
515 |
καὶ μητέρ᾽ ἄλλη μοῖρα τὸν φύσαντά τε
καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας.
τίς δῆτ᾽ ἐμοὶ γένοιτ᾽ ἂν ἀντὶ σοῦ πατρίς;
τίς πλοῦτος; ἐν σοὶ πᾶσ᾽ ἔγωγε σῴζομαι.
ἀλλ᾽ ἴσχε κἀμοῦ μνῆστιν· ἀνδρί τοι χρεὼν
|
|
520 |
μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι.
χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσ᾽ ἀεί·
ὅτου δ᾽ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος,
οὐκ ἂν γένοιτ᾽ ἔθ᾽ οὗτος εὐγενὴς ἀνήρ.
Χορός
Αἴας, ἔχειν σ᾽ ἂν οἶκτον ὡς κἀγὼ φρενὶ
|
|
525 |
θέλοιμ᾽ ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆσδ᾽ ἔπη.
Αἴας
καὶ κάρτ᾽ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,
ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.
Τέκμησσα
ἀλλ᾽ ὦ φίλ᾽ Αἴας, πάντ᾽ ἔγωγε πείσομαι.
Αἴας
κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω.
|
|
530 |
Τέκμησσα
καὶ μὴν φόβοισί γ᾽ αὐτὸν ἐξελυσάμην.
Αἴας
ἐν τοῖσδε τοῖς κακοῖσιν; ἢ τί μοι λέγεις;
Τέκμησσα
μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.
Αἴας
πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε.
Τέκμησσα
ἀλλ᾽ οὖν ἐγὼ ᾽φύλαξα τοῦτό γ᾽ ἀρκέσαι.
|
|
535 |
Αἴας
ἐπῄνεσ᾽ ἔργον καὶ πρόνοιαν ἣν ἔθου.
Τέκμησσα
τί δῆτ᾽ ἂν ὡς ἐκ τῶνδ᾽ ἂν ὠφελοῖμί σε;
Αἴας
δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τ᾽ ἰδεῖν.
Τέκμησσα
καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.
Αἴας
τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;
|
|
540 |
Τέκμησσα
ὦ παῖ, πατὴρ καλεῖ σε. δεῦρο προσπόλων
ἄγ᾽ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.
Αἴας
ἕρποντι φωνεῖς ἢ λελειμμένῳ λόγων;
Τέκμησσα
καὶ δὴ κομίζει προσπόλων ὅδ᾽ ἐγγύθεν.
Αἴας
αἶρ᾽ αὐτόν, αἶρε δεῦρο· ταρβήσει γὰρ οὒ
|
|
545 |
νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον,
εἴπερ δικαίως ἔστ᾽ ἐμὸς τὰ πατρόθεν.
ἀλλ᾽ αὐτίκ᾽ ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς
δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν.
ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος,
|
|
550 |
τὰ δ᾽ ἄλλ᾽ ὅμοιος· καὶ γένοι᾽ ἂν οὐ κακός.
καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω,
ὁθούνεκ᾽ οὐδὲν τῶνδ᾽ ἐπαισθάνει κακῶν·
ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος,
[τὸ μὴ φρονεῖν γὰρ κάρτ᾽ ἀνώδυνον κακόν]
|
|
555 |
ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς.
ὅταν δ᾽ ἵκῃ πρὸς τοῦτο, δεῖ σ᾽ ὅπως πατρὸς
δείξεις ἐν ἐχθροῖς, οἷος ἐξ οἵου ᾽τράφης.
τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν
ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.
οὔτοι σ᾽ Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ
|
|
560 |
στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντ᾽ ἐμοῦ.
τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοι
λείψω τροφῆ τ᾽ ἄοκνον ἔμπα, κεἰ τανῦν
τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων.
ἀλλ᾽, ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεώς,
|
|
565 |
ὑμῖν τε κοινὴν τήνδ᾽ ἐπισκήπτω χάριν,
κείνῳ τ᾽ ἐμὴν ἀγγείλατ᾽ ἐντολήν, ὅπως
τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων
Τελαμῶνι δείξει μητρί τ᾽, Ἐριβοίᾳ λέγω,
ὥς σφιν γένηται γηροβοσκὸς εἰσαεί,
|
|
570 |
[μέχρις οὗ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ],
καὶ τἀμὰ τεύχη μήτ᾽ ἀγωνάρχαι τινὲς
θήσουσ᾽ Ἀχαιοῖς μήθ᾽ ὁ λυμεὼν ἐμός.
ἀλλ᾽ αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον,
Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων
|
|
575 |
πόρπακος, ἑπτάβοιον ἄρρηκτον σάκος·
τὰ δ᾽ ἄλλα τεύχη κοίν᾽ ἐμοὶ τεθάψεται.
ἀλλ᾽ ὡς τάχος τὸν παῖδα τόνδ᾽ ἤδη δέχου
καὶ δῶμα πάκτου, μηδ᾽ ἐπισκήνους γόους
δάκρυε· κάρτα τοι φιλοίκτιστον γυνή.
|
|
580 |
πύκαζε θᾶσσον· οὐ πρὸς ἰατροῦ σοφοῦ
θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.
Χορός
δέδοικ᾽ ἀκούων τήνδε τὴν προθυμίαν·
οὐ γάρ μ᾽ ἀρέσκει γλῶσσά σου τεθηγμένη.
Τέκμησσα
ὦ δέσποτ᾽ Αἴας, τί ποτε δρασείεις φρενί;
|
|
585 |
Αἴας
μὴ κρῖνε, μὴ ᾽ξέταζε· σωφρονεῖν καλόν.
Τέκμησσα
οἴμ᾽ ὡς ἀθυμῶ· καί σε πρὸς τοῦ σοῦ τέκνου
καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ.
Αἴας
ἄγαν γε λυπεῖς· οὐ κάτοισθ᾽ ἐγὼ θεοῖς
ὡς οὐδὲν ἀρκεῖν εἴμ᾽ ὀφειλέτης ἔτι;
|
|
590 |
Τέκμησσα
εὔφημα φώνει.
Αἴας
τοῖς ἀκούουσιν λέγε.
Τέκμησσα
σὺ δ᾽ οὐχὶ πείσει;
Αἴας
πόλλ᾽ ἄγαν ἤδη θροεῖς.
Τέκμησσα
ταρβῶ γάρ, ὦναξ.
Αἴας
οὐ ξυνέρξεθ᾽ ὡς τάχος;
Τέκμησσα
πρὸς θεῶν, μαλάσσου.
Αἴας
μῶρά μοι δοκεῖς φρονεῖν,
εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.
|
|
595 |
Χορός
ὦ κλεινὰ Σαλαμίς, σὺ μέν που
ναίεις ἁλίπλακτος, εὐδαίμων,
πᾶσιν περίφαντος ἀεί·
ἐγὼ δ᾽ ὁ τλάμων παλαιὸς ἀφ᾽ οὗ χρόνος
|
|
600 |
Ἰδαῖα μίμνων λειμώνι᾽ ἔπαυλα μηνῶν
ἀνήριθμος αἰὲν εὐνῶμαι
χρόνῳ τρυχόμενος,
|
|
605 |
κακὰν ἐλπίδ᾽ ἔχων
ἔτι μέ ποτ᾽ ἀνύσειν
τὸν ἀπότροπον ἀΐδηλον Ἅιδαν.
καί μοι δυσθεράπευτος :Αἴας
ξύνεστιν ἔφεδρος, ὤμοι μοι,
|
|
610 |
θείᾳ μανίᾳ ξύναυλος·
ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ
κρατοῦντ᾽ ἐν Ἄρει· νῦν δ᾽ αὖ φρενὸς οἰοβώτας
φίλοις μέγα πένθος ηὕρηται.
|
|
615 |
τὰ πρὶν δ᾽ ἔργα χεροῖν
μεγίστας ἀρετᾶς
ἄφιλα παρ᾽ ἀφίλοις
|
|
620 |
ἔπεσ᾽ ἔπεσε μελέοις Ἀτρείδαις.
ἦ που παλαιᾷ μὲν σύντροφος ἁμέρᾳ,
λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα
|
|
625 |
φρενομόρως ἀκούσῃ,
αἴλινον αἴλινον
οὐδ᾽ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς
ἥσει δύσμορος, ἀλλ᾽ ὀξυτόνους μὲν ᾠδὰς
|
|
630 |
θρηνήσει, χερόπλακτοι δ᾽
ἐν στέρνοισι πεσοῦνται
δοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας.
κρείσσων παρ᾽ Ἅιδᾳ κεύθων ὁ νοσῶν μάταν,
|
|
635 |
ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστος
πολυπόνων Ἀχαιῶν,
οὐκέτι συντρόφοις
ὀργαῖς ἔμπεδος, ἀλλ᾽ ἐκτὸς ὁμιλεῖ.
|
|
640 |
ὦ τλᾶμον πάτερ, οἵαν σε μένει πυθέσθαι
παιδὸς δύσφορον ἄταν,
ἃν οὔπω τις ἔθρεψεν
δίων Αἰακιδᾶν ἄτερθε τοῦδε.
|
|
645 |
Αἴας
ἅπανθ᾽ ὁ μακρὸς κἀναρίθμητος χρόνος
φύει τ᾽ ἄδηλα καὶ φανέντα κρύπτεται·
κοὐκ ἔστ᾽ ἄελπτον οὐδέν, ἀλλ᾽ ἁλίσκεται
χὠ δεινὸς ὅρκος χαἰ περισκελεῖς φρένες.
κἀγὼ γάρ, ὃς τὰ δείν᾽ ἐκαρτέρουν τότε,
|
|
650 |
βαφῇ σίδηρος ὣς ἐθηλύνθην στόμα
πρὸς τῆσδε τῆς γυναικός· οἰκτίρω δέ νιν
χήραν παρ᾽ ἐχθροῖς παῖδά τ᾽ ὀρφανὸν λιπεῖν.
ἀλλ᾽ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους
λειμῶνας, ὡς ἂν λύμαθ᾽ ἁγνίσας ἐμὰ
|
|
655 |
μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς·
μολών τε χῶρον ἔνθ᾽ ἂν ἀστιβῆ κίχω,
κρύψω τόδ᾽ ἔγχος τοὐμόν, ἔχθιστον βελῶν,
γαίας ὀρύξας ἔνθα μή τις ὄψεται·
ἀλλ᾽ αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω.
|
|
660 |
ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτ᾽ ἐδεξάμην
παρ᾽ Ἕκτορος δώρημα δυσμενεστάτου,
οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα.
ἀλλ᾽ ἔστ᾽ ἀληθὴς ἡ βροτῶν παροιμία,
ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα.
|
|
665 |
τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς
εἴκειν, μαθησόμεσθα δ᾽ Ἀτρείδας σέβειν.
ἄρχοντές εἰσιν, ὥσθ᾽ ὑπεικτέον. τί μήν;
καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα
ἕτοιμ᾽ ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς
|
|
670 |
χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·
ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος
τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν·
δεινῶν τ᾽ ἄημα πνευμάτων ἐκοίμισε
στένοντα πόντον· ἐν δ᾽ ὁ παγκρατὴς ὕπνος
|
|
675 |
λύει πεδήσας, οὐδ᾽ ἀεὶ λαβὼν ἔχει.
ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;
ἔγωγ᾽· ἐπίσταμαι γὰρ ἀρτίως ὅτι
ὅ τ᾽ ἐχθρὸς ἡμῖν ἐς τοσόνδ᾽ ἐχθαρτέος,
ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον
|
|
680 |
τοσαῦθ᾽ ὑπουργῶν ὠφελεῖν βουλήσομαι,
ὡς αἰὲν οὐ μενοῦντα· τοῖς πολλοῖσι γὰρ
βροτῶν ἄπιστός ἐσθ᾽ ἑταιρείας λιμήν.
ἀλλ᾽ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει· σὺ δὲ
ἔσω θεοῖς ἐλθοῦσα διὰ τάχους, γύναι,
|
|
685 |
εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ.
ὑμεῖς δ᾽, ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδε
τιμᾶτε, Τεύκρῳ τ᾽, ἢν μόλῃ, σημήνατε
μέλειν μὲν ἡμῶν, εὐνοεῖν δ᾽ ὑμῖν ἅμα.
ἐγὼ γὰρ εἶμ᾽ ἐκεῖσ᾽ ὅποι πορευτέον·
|
|
690 |
ὑμεῖς δ᾽ ἃ φράζω δρᾶτε, καὶ τάχ᾽ ἄν μ᾽ ἴσως
πύθοισθε, κεἰ νῦν δυστυχῶ, σεσωσμένον.
Χορός
ἔφριξ᾽ ἔρωτι, περιχαρὴς δ᾽ ἀνεπτόμαν.
ἰὼ ἰὼ Πὰν Πάν,
ὦ Πὰν Πὰν ἁλίπλαγκτε, Κυλλανίας χιονοκτύπου
|
|
695 |
πετραίας ἀπὸ δειράδος φάνηθ᾽, ὦ
θεῶν χοροποί᾽ ἄναξ, ὅπως μοι
Νύσια Κνώσι᾽ ὀρχήματ᾽ αὐτοδαῆ ξυνὼν ἰάψῃς·
|
|
700 |
νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.
Ἰκαρίων δ᾽ ὑπὲρ πελαγέων μολὼν ἄναξ Ἀπόλλων
ὁ Δάλιος εὔγνωστος
|
|
705 |
ἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων.
ἔλυσεν αἰνὸν ἄχος ἀπ᾽ ὀμμάτων Ἄρης.
ἰὼ ἰώ, νῦν αὖ,
νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐάμερον πελάσαι φάος
θοᾶν ὠκυάλων νεῶν, ὅτ᾽ :Αἴας
|
|
710 |
λαθίπονος πάλιν, θεῶν δ᾽ αὖ
πάνθυτα θέσμι᾽ ἐξήνυσ᾽ εὐνομίᾳ σέβων μεγίστᾳ.
πάνθ᾽ ὁ μέγας χρόνος μαραίνει,
κοὐδὲν ἀναύδατον φατίσαιμ᾽ ἄν, εὖτέ γ᾽ ἐξ ἀέλπτων
|
|
715 |
Αἴας μετανεγνώσθη
θυμοῦ τ᾽ Ἀτρείδαις μεγάλων τε νεικέων.
Ἄγγελος
ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω·
Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ
|
|
720 |
κρημνῶν· μέσον δὲ προσμολὼν στρατήγιον
κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.
στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ
μαθόντες ἀμφέστησαν, εἶτ᾽ ὀνείδεσιν
ἤρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθ᾽ ὃς οὔ,
|
|
725 |
τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ
ξύναιμον ἀποκαλοῦντες, ὡς οὐκ ἀρκέσοι
τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν·
ὥστ᾽ εἰς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν
κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη.
|
|
730 |
λήγει δ᾽ ἔρις δραμοῦσα τοῦ προσωτάτω
ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.
ἀλλ᾽ ἡμὶν Αἴας ποῦ ᾽στιν, ὡς φράσω τάδε;
τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.
Χορός
οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας
|
|
735 |
βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.
Ἄγγελος
ἰοὺ ἰού·
βραδεῖαν ἡμᾶς ἆρ᾽ ὁ τήνδε τὴν ὁδὸν
πέμπων ἔπεμψεν ἢ ᾽φάνην ἐγὼ βραδύς.
Χορός
τί δ᾽ ἐστὶ χρείας τῆσδ᾽ ὑπεσπανισμένον;
|
|
740 |
Ἄγγελος
τὸν ἄνδρ᾽ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης
μὴ ᾽ξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.
Χορός
ἀλλ᾽ οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς
γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.
Ἄγγελος
ταῦτ᾽ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα,
|
|
745 |
εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.
Χορός
ποῖον; τί δ᾽ εἰδὼς τοῦδε πράγματος πάρει;
Ἄγγελος
τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.
ἐκ γὰρ συνέδρου καὶ τυραννικοῦ κύκλου
Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα,
|
|
750 |
εἰς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως
θεὶς εἶπε κἀπέσκηψε, παντοίᾳ τέχνῃ
εἶρξαι κατ᾽ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε
Αἴανθ᾽ ὑπὸ σκηναῖσι μηδ᾽ ἀφέντ᾽ ἐᾶν,
εἰ ζῶντ᾽ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ.
|
|
755 |
ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ
δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων.
τὰ γὰρ περισσὰ κἀνόνητα σώματα
πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις
ἔφασχ᾽ ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν
|
|
760 |
βλαστὼν ἔπειτα μὴ κατ᾽ ἄνθρωπον φρονῇ.
κεῖνος δ᾽ ἀπ᾽ οἴκων εὐθὺς ἐξορμώμενος
ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός.
ὁ μὲν γὰρ αὐτὸν ἐννέπει· τέκνον, δόρει
βούλου κρατεῖν μέν, σὺν θεῷ δ᾽ ἀεὶ κρατεῖν.
|
|
765 |
ὁ δ᾽ ὑψικόμπως κἀφρόνως ἠμείψατο·
πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ
κράτος κατακτήσαιτ᾽· ἐγὼ δὲ καὶ δίχα
κείνων πέποιθα τοῦτ᾽ ἐπισπάσειν κλέος.
τοσόνδ᾽ ἐκόμπει μῦθον. εἶτα δεύτερον
|
|
770 |
δίας Ἀθάνας, ἡνίκ᾽ ὀτρύνουσά νιν
ηὐδᾶτ᾽ ἐπ᾽ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν,
τότ᾽ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τ᾽ ἔπος·
ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας
ἵστω, καθ᾽ ἡμᾶς δ᾽ οὔποτ᾽ ἐκρήξει μάχη.
|
|
775 |
τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς
ἐκτήσατ᾽ ὀργήν, οὐ κατ᾽ ἄνθρωπον φρονῶν.
ἀλλ᾽ εἴπερ ἔστι τῇδε θἠμέρᾳ, τάχ᾽ ἂν
γενοίμεθ᾽ αὐτοῦ σὺν θεῷ σωτήριοι.
τοσαῦθ᾽ ὁ μάντις εἶφ᾽· ὁ δ᾽ εὐθὺς ἐξ ἕδρας
|
|
780 |
πέμπει με σοὶ φέροντα τάσδ᾽ ἐπιστολὰς
Τεῦκρος φυλάσσειν. εἰ δ᾽ ἀπεστερήμεθα,
οὐκ ἔστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.
Χορός
ὦ δαΐα Τέκμησσα, δύσμορον γένος,
ὅρα μολοῦσα τόνδ᾽ ὁποῖ᾽ ἔπη θροεῖ·
|
|
785 |
ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά.
Τέκμησσα
τί μ᾽ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην
κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;
Χορός
τοῦδ᾽ εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρων
Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησ᾽ ἐγώ.
|
|
790 |
Τέκμησσα
οἴμοι, τί φής, ἄνθρωπε; μῶν ὀλώλαμεν;
Ἄγγελος
οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δ᾽ ὅτι,
θυραῖος εἴπερ ἐστίν, οὐ θαρσῶ πέρι.
Τέκμησσα
καὶ μὴν θυραῖος, ὥστε μ᾽ ὠδίνειν τί φής.
Ἄγγελος
ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται
|
|
795 |
σκηνῆς ὕπαυλον μηδ᾽ ἀφιέναι μόνον.
Τέκμησσα
ποῦ δ᾽ ἐστὶ Τεῦκρος, κἀπὶ τῷ λέγει τάδε;
Ἄγγελος
πάρεστ᾽ ἐκεῖνος ἄρτι· τήνδε δ᾽ ἔξοδον
ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.
Τέκμησσα
οἴμοι τάλαινα, τοῦ ποτ᾽ ἀνθρώπων μαθών;
|
|
800 |
Ἄγγελος
τοῦ Θεστορείου μάντεως, καθ᾽ ἡμέραν
τὴν νῦν, ὅτ᾽ αὐτῷ θάνατον ἢ βίον φέρει.
Τέκμησσα
οἲ ᾽γώ, φίλοι, πρόστητ᾽ ἀναγκαίας τύχης,
καὶ σπεύσαθ᾽, οἱ μὲν Τεῦκρον ἐν τάχει μολεῖν,
οἱ δ᾽ ἑσπέρους ἀγκῶνας, οἱ δ᾽ ἀντηλίους
|
|
805 |
ζητεῖτ᾽ ἰόντες τἀνδρὸς ἔξοδον κακήν.
ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη
καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.
οἴμοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον·
ἀλλ᾽ εἶμι κἀγὼ κεῖσ᾽ ὅποιπερ ἂν σθένω.
|
|
810 |
χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμὴ
σῴζειν θέλοντας ἄνδρα γ᾽ ὃς σπεύδῃ θανεῖν.
Χορός
χωρεῖν ἕτοιμος, κοὐ λόγῳ δείξω μόνον·
τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμ᾽ ἕψεται,
Αἴας
ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος
|
|
815 |
γένοιτ᾽ ἄν, εἴ τῳ καὶ λογίζεσθαι σχολή·
δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ
μάλιστα μισηθέντος ἐχθίστου θ᾽ ὁρᾶν·
πέπηγε δ᾽ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι,
σιδηροβρῶτι θηγάνῃ νεηκονής·
|
|
820 |
ἔπηξα δ᾽ αὐτὸν εὖ περιστείλας ἐγώ,
εὐνούστατον τῷδ᾽ ἀνδρὶ διὰ τάχους θανεῖν.
οὕτω μὲν εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοι
σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον.
αἰτήσομαι δέ σ᾽ οὐ μακρὸν γέρας λαχεῖν.
|
|
825 |
πέμψον τιν᾽ ἡμῖν ἄγγελον, κακὴν φάτιν
Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ
πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει,
καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος
ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θ᾽ ἕλωρ.
|
|
830 |
τοσαῦτά σ᾽, ὦ Ζεῦ, προστρέπω, καλῶ δ᾽ ἅμα
πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι,
ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι
πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ.
καλῶ δ᾽ ἀρωγοὺς τὰς ἀεί τε παρθένους
|
|
835 |
ἀεί θ᾽ ὁρώσας πάντα τἀν βροτοῖς πάθη,
σεμνὰς Ἐρινῦς τανύποδας, μαθεῖν ἐμὲ
πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας,
καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους
ξυναρπάσειαν, ὥσπερ εἰσορῶσ᾽ ἐμὲ
|
|
840 |
[αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς
πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.]
ἴτ᾽, ὦ ταχεῖαι ποίνιμοί τ᾽ Ἐρινύες,
γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ·
σὺ δ᾽, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν
|
|
845 |
Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα
ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν
ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ᾽ ἐμὸν
γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.
ἦ που τάλαινα, τήνδ᾽ ὅταν κλύῃ φάτιν,
|
|
850 |
ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.
ἀλλ᾽ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην,
ἀλλ᾽ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.
ὦ Θάνατε Θάνατε, νῦν μ᾽ ἐπίσκεψαι μολών.
καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών.
|
|
855 |
σὲ δ᾽, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,
καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω,
πανύστατον δὴ κοὔποτ᾽ αὖθις ὕστερον.
ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον
Σαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρον
|
|
860 |
κλειναί τ᾽ Ἀθῆναι καὶ τὸ σύντροφον γένος
κρῆναί τε ποταμοί θ᾽ οἵδε, καὶ τὰ Τρωϊκὰ
πεδία προσαυδῶ, χαίρετ᾽, ὦ τροφῆς ἐμοί·
τοῦθ᾽ ὑμὶν :Αἴας
τοὔπος ὕστατον θροεῖ,
τὰ δ᾽ ἄλλ᾽ ἐν Ἅιδου τοῖς κάτω μυθήσομαι.
|
|
865 |
Ἡμιχόριον Α
πόνος πόνῳ πόνον φέρει.
πᾷ πᾷ
πᾷ γὰρ οὐκ ἔβαν ἐγώ;
κοὐδεὶς ἐπίσταταί με συμμαθεῖν τόπος.
ἰδού.
|
|
870 |
δοῦπον αὖ κλύω τινά.
Ἡμιχόριον Β
ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν.
Ἡμιχόριον Α
τί οὖν δή;
Ἡμιχόριον Β
πᾶν ἐστίβηται πλευρὸν ἕσπερον νεῶν
Ἡμιχόριον Α
ἔχεις οὖν;
|
|
875 |
Ἡμιχόριον Β
πόνου γε πλῆθος, κοὐδὲν εἰς ὄψιν πλέον.
Ἡμιχόριον Α
ἀλλ᾽ οὐδὲ μὲν δὴ τὴν ἀφ᾽ ἡλίου βολῶν
κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς.
Χορός
τίς ἂν δῆτά μοι, τίς ἂν φιλοπόνων
ἁλιαδᾶν ἔχων ἀΰπνους ἄγρας,
|
|
880 |
ἢ τίς Ὀλυμπιάδων θεᾶν ἢ ῥυτῶν
|
|
883 |
Βοσπορίων ποταμῶν, τὸν ὠμόθυμον
|
|
884 |
εἴ ποθι πλαζόμενον λεύσσων
|
|
885 |
ἀπύοι; σχέτλια γὰρ
ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων
οὐρίῳ μὴ πελάσαι δρόμῳ,
ἀλλ᾽ ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου.
|
|
890 |
Τέκμησσα
ἰώ μοί μοι.
Χορός
τίνος βοὴ πάραυλος ἐξέβη νάπους;
Τέκμησσα
ἰὼ τλήμων.
Χορός
τὴν δουρίληπτον δύσμορον νύμφην ὁρῶ
Τέκμησσαν, οἴκτῳ, τῷδε συγκεκραμένην.
|
|
895 |
Τέκμησσα
ᾤχωκ᾽, ὄλωλα, διαπεπόρθημαι, φίλοι.
Χορός
τί δ᾽ ἔστιν;
Τέκμησσα
Αἴας ὅδ᾽ ἡμῖν ἀρτίως νεοσφαγὴς
κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής.
Χορός
ὤμοι ἐμῶν νόστων·
|
|
900 |
ὤμοι, κατέπεφνες, ἄναξ,
τόνδε συνναύταν, τάλας
ὦ ταλαίφρων γύναι·
Τέκμησσα
ὡς ὧδε τοῦδ᾽ ἔχοντος αἰάζειν πάρα.
|
|
905 |
Χορός
τίνος ποτ᾽ ἆρ᾽ ἔπραξε χειρὶ δύσμορος;
Τέκμησσα
αὐτὸς πρὸς αὑτοῦ, δῆλον· ἐν γάρ οἱ χθονὶ
πηκτὸν τόδ᾽ ἔγχος περιπετὲς κατηγορεῖ.
|
|
910 |
Χορός
ὤμοι ἐμᾶς ἄτας, οἶος ἄρ᾽ αἱμάχθης, ἄφαρκτος φίλων·
ἐγὼ δ᾽ ὁ πάντα κωφός, ὁ πάντ᾽ ἄϊδρις, κατημέλησα. πᾷ πᾷ
κεῖται ὁ δυστράπελος, δυσώνυμος :Αἴας
;
Τέκμησσα
οὔτοι θεατός· ἀλλά νιν περιπτυχεῖ
|
|
915 |
φάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ
οὐδεὶς ἄν, ὅστις καὶ φίλος, τλαίη βλέπειν
φυσῶντ᾽ ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίας
πληγῆς μελανθὲν αἷμ᾽ ἀπ᾽ οἰκείας σφαγῆς.
|
|
920 |
οἴμοι, τί δράσω; τίς σε βαστάσει φίλων;
ποῦ Τεῦκρος; ὡς ἀκμαῖ᾽ ἄν, εἰ βαίη, μόλοι,
πεπτῶτ᾽ ἀδελφὸν τόνδε συγκαθαρμόσαι.
ὦ δύσμορ᾽ :Αἴας
, οἷος ὢν οἵως ἔχεις,
ὡς καὶ παρ᾽ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν.
|
|
925 |
Χορός
ἔμελλες, τάλας, ἔμελλες χρόνῳ
στερεόφρων ἄρ᾽ ἐξανύσσειν κακὰν
μοῖραν ἀπειρεσίων πόνων. τοῖά μοι
|
|
930 |
πάννυχα καὶ φαέθοντ᾽ ἀνεστέναζες
ὠμόφρων ἐχθοδόπ᾽ Ἀτρείδαις
οὐλίῳ σὺν πάθει.
μέγας ἄρ᾽ ἦν ἐκεῖνος ἄρχων χρόνος
πημάτων, ἦμος ἀριστόχειρ
|
|
935 |
............ὅπλων ἔκειτ᾽ ἀγὼν πέρι.
Τέκμησσα
ἰώ μοί μοι.
Χορός
χωρεῖ πρὸς ἧπαρ, οἶδα, γενναία δύη.
Τέκμησσα
ἰώ μοί μοι.
Χορός
οὐδέν σ᾽ ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι,
|
|
940 |
τοιοῦδ᾽ ἀποβλαφθεῖσαν ἀρτίως φίλου.
Τέκμησσα
σοὶ μὲν δοκεῖν ταῦτ᾽ ἔστ᾽, ἐμοὶ δ᾽ ἄγαν φρονεῖν.
Χορός
ξυναυδῶ.
Τέκμησσα
οἴμοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ
χωροῦμεν, οἷοι νῷν ἐφεστᾶσιν σκοποί.
|
|
945 |
Χορός
ὤμοι, ἀναλγήτων
δισσῶν ἐθρόησας ἄναυδ᾽
ἔργ᾽ Ἀτρειδᾶν τῷδ᾽ ἄχει.
ἀλλ᾽ ἀπείργοι θεός.
Τέκμησσα
οὐκ ἂν τάδ᾽ ἔστη τῇδε μὴ θεῶν μέτα.
|
|
950 |
Χορός
ἄγαν ὑπερβριθὲς γὰρ ἄχθος ἤνυσαν.
Τέκμησσα
τοιόνδε μέντοι Ζηνὸς ἡ δεινὴ θεὸς
Παλλὰς φυτεύει πῆμ᾽ Ὀδυσσέως χάριν.
Χορός
ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει πολύτλας ἀνήρ,
|
|
955 |
γελᾷ δὲ τοῖσδε μαινομένοις ἄχεσιν πολὺν γέλωτα, φεῦ φεῦ,
ξύν τε διπλοῖ βασιλῆς κλύοντες Ἀτρεῖδαι.
|
|
960 |
Τέκμησσα
οἱ δ᾽ οὖν γελώντων κἀπιχαιρόντων κακοῖς
τοῖς τοῦδ᾽· ἴσως τοι, κεἰ βλέποντα μὴ ᾽πόθουν,
θανόντ᾽ ἂν οἰμώξειαν ἐν χρείᾳ δορός.
οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν
ἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ.
|
|
965 |
ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκύς,
αὑτῷ δὲ τερπνός· ὧν γὰρ ἠράσθη τυχεῖν
ἐκτήσαθ᾽ αὑτῷ, θάνατον ὅνπερ ἤθελεν.
τί δῆτα τοῦδ᾽ ἐπεγγελῷεν ἂν κάτα;
θεοῖς τέθνηκεν οὗτος, οὐ κείνοισιν, οὔ.
|
|
970 |
πρὸς ταῦτ᾽ Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω.
Αἴας
γὰρ αὐτοῖς οὐκέτ᾽ ἐστίν, ἀλλ᾽ ἐμοὶ
λιπὼν ἀνίας καὶ γόους διοίχεται.
Τεύκρος
ἰώ μοί μοι.
Χορός
σίγησον· αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν
|
|
975 |
βοῶντος ἄτης τῆσδ᾽ ἐπίσκοπον μέλος.
Τεύκρος
ὦ φίλτατ᾽ :Αἴας
, ὦ ξύναιμον ὄμμ᾽ ἐμοί,
ἆρ᾽ ἠμπόληκας, ὥσπερ ἡ φάτις κρατεῖ;
Χορός
ὄλωλεν ἁνήρ, Τεῦκρε, τοῦτ᾽ ἐπίστασο.
Τεύκρος
ὤμοι βαρείας ἆρα τῆς ἐμῆς τύχης.
|
|
980 |
Χορός
ὡς ὧδ᾽ ἐχόντων
Τεύκρος
ὦ τάλας ἐγώ, τάλας.
Χορός
πάρα στενάζειν.
Τεύκρος
ὦ περισπερχὲς πάθος.
Χορός
ἄγαν γε, Τεῦκρε.
Τεύκρος
φεῦ τάλας· τί γὰρ τέκνον
τὸ τοῦδε, ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος;
Χορός
μόνος παρὰ σκηναῖσιν.
|
|
985 |
Τεύκρος
οὐχ ὅσον τάχος
δῆτ᾽ αὐτὸν ἄξεις δεῦρο, μή τις ὡς κενῆς
σκύμνον λεαίνης δυσμενῶν ἀναρπάσῃ;
ἴθ᾽, ἐγκόνει, σύγκαμνε· τοῖς θανοῦσί τοι
φιλοῦσι πάντες κειμένοις ἐπεγγελᾶν.
Χορός
καὶ μὴν ἔτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλειν
|
|
990 |
ἐφίεθ᾽ ἁνὴρ κεῖνος, ὥσπερ οὖν μέλει.
Τεύκρος
ὦ τῶν ἁπάντων δὴ θεαμάτων ἐμοὶ
ἄλγιστον ὧν προσεῖδον ὀφθαλμοῖς ἐγώ,
ὁδός θ᾽ ὁδῶν πασῶν ἀνιάσασα δὴ
μάλιστα τοὐμὸν σπλάγχνον, ἣν δὴ νῦν ἔβην.
|
|
995 |
ὦ φίλτατ᾽ :Αἴας
, τὸν σὸν ὡς ἐπῃσθόμην
μόρον διώκων κἀξιχνοσκοπούμενος.
ὀξεῖα γάρ σου βάξις ὡς θεοῦ τινος
διῆλθ᾽ Ἀχαιοὺς πάντας ὡς οἴχει θανών.
ἁγὼ κλύων δύστηνος ἐκποδὼν μὲν ὢν
|
|
1000 |
ὑπεστέναζον, νῦν δ᾽ ὁρῶν ἀπόλλυμαι.
οἴμοι.
ἴθ᾽, ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν.
ὦ δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς,
ὅσας ἀνίας μοι κατασπείρας φθίνεις.
|
|
1005 |
ποῖ γὰρ μολεῖν μοι δυνατόν, εἰς ποίους βροτούς,
τοῖς σοῖς ἀρήξαντ᾽ ἐν πόνοισι μηδαμοῦ;
ἦ πού με Τελαμών, σὸς πατὴρ ἐμός θ᾽ ἅμα,
δέξαιτ᾽ ἂν εὐπρόσωπος ἵλεώς τ᾽ ἴσως
χωροῦντ᾽ ἄνευ σοῦ. πῶς γὰρ οὔχ; ὅτῳ πάρα
|
|
1010 |
μηδ᾽ εὐτυχοῦντι μηδὲν ἥδιον γελᾶν.
οὗτος τί κρύψει; ποῖον οὐχ ἐρεῖ κακὸν
τὸν ἐκ δορὸς γεγῶτα πολεμίου νόθον,
τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳ
σέ, φίλτατ᾽ :Αἴας
, ἢ δόλοισιν, ὡς τὰ σὰ
|
|
1015 |
κράτη θανόντος καὶ δόμους νέμοιμι σούς.
τοιαῦτ᾽ ἀνὴρ δύσοργος, ἐν γήρᾳ βαρύς,
ἐρεῖ, πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος.
τέλος δ᾽ ἀπωστὸς γῆς ἀπορριφθήσομαι,
δοῦλος λόγοισιν ἀντ᾽ ἐλευθέρου φανείς.
|
|
1020 |
τοιαῦτα μὲν κατ᾽ οἶκον· ἐν Τροίᾳ δέ μοι
πολλοὶ μὲν ἐχθροί, παῦρα δ᾽ ὠφελήσιμα.
καὶ ταῦτα πάντα σοῦ θανόντος ηὑρόμην.
οἴμοι, τί δράσω; πῶς σ᾽ ἀποσπάσω πικροῦ·
τοῦδ᾽ αἰόλου κνώδοντος, ὦ τάλας, ὑφ᾽ οὗ
|
|
1025 |
φονέως ἄρ᾽ ἐξέπνευσας; εἶδες ὡς χρόνῳ
ἔμελλέ σ᾽ Ἕκτωρ καὶ θανὼν ἀποφθίσειν;
σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν.
Ἕκτωρ μέν, ᾧ δὴ τοῦδ᾽ ἐδωρήθη πάρα,
ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων
|
|
1030 |
ἐκνάπτετ᾽ αἰέν, ἔστ᾽ ἀπέψυξεν βίον·
οὗτος δ᾽ ἐκείνου τήνδε δωρεὰν ἔχων
πρὸς τοῦδ᾽ ὄλωλε θανασίμῳ πεσήματι.
ἆρ᾽ οὐκ Ἐρινὺς τοῦτ᾽ ἐχάλκευσεν ξίφος
κἀκεῖνον Ἅιδης, δημιουργὸς ἄγριος;
|
|
1035 |
ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντ᾽ ἀεὶ
φάσκοιμ᾽ ἂν ἀνθρώποισι μηχανᾶν θεούς·
ὅτῳ δὲ μὴ τάδ᾽ ἐστὶν ἐν γνώμῃ φίλα,
κεῖνός τ᾽ ἐκεῖνα στεργέτω κἀγὼ τάδε.
Χορός
μὴ τεῖνε μακράν, ἀλλ᾽ ὅπως κρύψεις τάφῳ
|
|
1040 |
φράζου τὸν ἄνδρα χὤ τι μυθήσει τάχα.
βλέπω γὰρ ἐχθρὸν φῶτα, καὶ τάχ᾽ ἂν κακοῖς
γελῶν ἃ δὴ κακοῦργος ἐξίκοιτ᾽ ἀνήρ.
Τεύκρος
τίς δ᾽ ἐστὶν ὅντιν᾽ ἄνδρα προσλεύσσεις στρατοῦ;
Χορός
Μενέλαος
, ᾧ δὴ τόνδε πλοῦν ἐστείλαμεν.
|
|
1045 |
Τεύκρος
ὁρῶ· μαθεῖν γὰρ ἐγγὺς ὢν οὐ δυσπετής.
Μενέλαος
οὗτος, σὲ φωνῶ τόνδε τὸν νεκρὸν χεροῖν
μὴ συγκομίζειν, ἀλλ᾽ ἐᾶν ὅπως ἔχει.
Τεύκρος
τίνος χάριν τοσόνδ᾽ ἀνήλωσας λόγον;
Μενέλαος
δοκοῦντ᾽ ἐμοί, δοκοῦντα δ᾽ ὃς κραίνει στρατοῦ.
|
|
1050 |
Τεύκρος
οὔκουν ἂν εἴποις ἥντιν᾽ αἰτίαν προθείς;
Μενέλαος
ὁθούνεκ᾽ αὐτὸν ἐλπίσαντες οἴκοθεν
ἄγειν Ἀχαιοῖς ξύμμαχόν τε καὶ φίλον,
ἐξηύρομεν ζητοῦντες ἐχθίω Φρυγῶν·
ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνον
|
|
1055 |
νύκτωρ ἐπεστράτευσεν, ὡς ἕλοι δόρει·
κεἰ μὴ θεῶν τις τήνδε πεῖραν ἔσβεσεν,
ἡμεῖς μὲν ἂν τήνδ᾽ ἣν ὅδ᾽ εἴληχεν τύχην
θανόντες ἂν προυκείμεθ᾽ αἰσχίστῳ μόρῳ,
οὗτος δ᾽ ἂν ἔζη. νῦν δ᾽ ἐνήλλαξεν θεὸς
|
|
1060 |
τὴν τοῦδ᾽ ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν.
ὧν εἵνεκ᾽ αὐτὸν οὔτις ἔστ᾽ ἀνὴρ σθένων
τοσοῦτον ὥστε σῶμα τυμβεῦσαι τάφῳ,
ἀλλ᾽ ἀμφὶ χλωρὰν ψάμαθον ἐκβεβλημένος
ὄρνισι φορβὴ παραλίοις γενήσεται.
|
|
1065 |
πρὸς ταῦτα μηδὲν δεινὸν ἐξάρῃς μένος.
εἰ γὰρ βλέποντος μὴ ᾽δυνήθημεν κρατεῖν,
πάντως θανόντος γ᾽ ἄρξομεν, κἂν μὴ θέλῃς,
χερσὶν παρευθύνοντες· οὐ γὰρ ἔσθ᾽ ὅπου
λόγων γ᾽ ἀκοῦσαι ζῶν ποτ᾽ ἠθέλησ᾽ ἐμῶν.
|
|
1070 |
καίτοι κακοῦ πρὸς ἀνδρὸς ὄντα δημότην
μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν.
οὐ γάρ ποτ᾽ οὔτ᾽ ἂν ἐν πόλει νόμοι καλῶς
φέροιντ᾽ ἄν, ἔνθα μὴ καθεστήκῃ δέος,
οὔτ᾽ ἂν στρατός γε σωφρόνως ἄρχοιτ᾽ ἔτι,
|
|
1075 |
μηδὲν φόβου πρόβλημα μηδ᾽ αἰδοῦς ἔχων.
ἀλλ᾽ ἄνδρα χρή, κἂν σῶμα γεννήσῃ μέγα,
δοκεῖν πεσεῖν ἂν κἂν ἀπὸ σμικροῦ κακοῦ.
δέος γὰρ ᾧ πρόσεστιν αἰσχύνη θ᾽ ὁμοῦ,
σωτηρίαν ἔχοντα τόνδ᾽ ἐπίστασο·
|
|
1080 |
ὅπου δ᾽ ὑβρίζειν δρᾶν θ᾽ ἃ βούλεται παρῇ,
ταύτην νόμιζε τὴν πόλιν χρόνῳ ποτὲ
ἐξ οὐρίων δραμοῦσαν εἰς βυθὸν πεσεῖν.
ἀλλ᾽ ἑστάτω μοι καὶ δέος τι καίριον,
καὶ μὴ δοκῶμεν δρῶντες ἃν ἡδώμεθα
|
|
1085 |
οὐκ ἀντιτίσειν αὖθις ἂν λυπώμεθα.
ἕρπει παραλλὰξ ταῦτα. πρόσθεν οὗτος ἦν
αἴθων ὑβριστής, νῦν δ᾽ ἐγὼ μέγ᾽ αὖ φρονῶ.
καί σοι προφωνῶ τόνδε μὴ θάπτειν, ὅπως
μὴ τόνδε θάπτων αὐτὸς εἰς ταφὰς πέσῃς.
|
|
1090 |
Χορός
Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφὰς
εἶτ᾽ αὐτὸς ἐν θανοῦσιν ὑβριστὴς γένῃ.
Τεύκρος
οὐκ ἄν ποτ᾽, ἄνδρες, ἄνδρα θαυμάσαιμ᾽ ἔτι,
ὃς μηδὲν ὢν γοναῖσιν εἶθ᾽ ἁμαρτάνει,
ὅθ᾽ οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναι
|
|
1095 |
τοιαῦθ᾽ ἁμαρτάνουσιν ἐν λόγοις ἔπη·
ἄγ᾽ εἴπ᾽ ἀπ᾽ ἀρχῆς αὖθις, ἦ σὺ φὴς ἄγειν
τόνδ᾽ ἄνδρ᾽ Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών;
οὐκ αὐτὸς ἐξέπλευσεν ὡς αὑτοῦ κρατῶν;
ποῦ σὺ στρατηγεῖς τοῦδε; ποῦ δὲ σοὶ λεῶν
|
|
1100 |
ἔξεστ᾽ ἀνάσσειν ὧν ὅδ᾽ ἤγαγ᾽ οἴκοθεν;
Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν·
οὐδ᾽ ἔσθ᾽ ὅπου σοὶ τόνδε κοσμῆσαι πλέον
ἀρχῆς ἔκειτο θεσμὸς ἢ καὶ τῷδε σέ.
ὕπαρχος ἄλλων δεῦρ᾽ ἔπλευσας, οὐχ ὅλων
|
|
1105 |
στρατηγός, ὥστ᾽ Αἴαντος ἡγεῖσθαί ποτε.
ἀλλ᾽ ὧνπερ ἄρχεις ἄρχε καὶ τὰ σέμν᾽ ἔπη
κόλαζ᾽ ἐκείνους· τόνδε δ᾽, εἴτε μὴ σὺ φὴς
εἴθ᾽ ἅτερος στρατηγός, εἰς ταφὰς ἐγὼ
θήσω δικαίως, οὐ τὸ σὸν δείσας στόμα.
|
|
1110 |
οὐ γάρ τι τῆς σῆς εἵνεκ᾽ ἐστρατεύσατο
γυναικός, ὥσπερ οἱ πόνου πολλοῦ πλέῳ,
ἀλλ᾽ εἵνεχ᾽ ὅρκων οἷσιν ἦν ἐνώμοτος,
σοῦ δ᾽ οὐδέν· οὐ γὰρ ἠξίου τοὺς μηδένας.
πρὸς ταῦτα πλείους δεῦρο κήρυκας λαβὼν
|
|
1115 |
καὶ τὸν στρατηγὸν ἧκε, τοῦ δὲ σοῦ ψόφου
οὐκ ἂν στραφείην, ἕως ἂν ᾖς οἷός περ εἶ.
Χορός
οὐδ᾽ αὖ τοιαύτην γλῶσσαν ἐν κακοῖς φιλῶ·
τὰ σκληρὰ γάρ τοι, κἂν ὑπέρδικ᾽ ᾖ, δάκνει.
Μενέλαος
ὁ τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν.
|
|
1120 |
Τεύκρος
οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην.
Μενέλαος
μέγ᾽ ἄν τι κομπάσειας, ἀσπίδ᾽ εἰ λάβοις.
Τεύκρος
κἂν ψιλὸς ἀρκέσαιμι σοί γ᾽ ὡπλισμένῳ.
Μενέλαος
ἡ γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει.
Τεύκρος
ξὺν τῷ δικαίῳ γὰρ μέγ᾽ ἔξεστιν φρονεῖν.
|
|
1125 |
Μενέλαος
δίκαια γὰρ τόνδ᾽ εὐτυχεῖν κτείναντά με;
Τεύκρος
κτείναντα; δεινόν γ᾽ εἶπας, εἰ καὶ ζῇς θανών.
Μενέλαος
θεὸς γὰρ ἐκσῴζει με, τῷδε δ᾽ οἴχομαι.
Τεύκρος
μή νυν ἀτίμα θεούς, θεοῖς σεσωσμένος.
Μενέλαος
ἐγὼ γὰρ ἂν ψέξαιμι δαιμόνων νόμους;
|
|
1130 |
Τεύκρος
εἰ τοὺς θανόντας οὐκ ἐᾷς θάπτειν παρών.
Μενέλαος
τούς γ᾽ αὐτὸς αὑτοῦ πολεμίους. οὐ γὰρ καλόν.
Τεύκρος
ἦ σοὶ γὰρ :Αἴας
πολέμιος προύστη ποτέ;
Μενέλαος
μισοῦντ᾽ ἐμίσει· καὶ σὺ τοῦτ᾽ ἠπίστασο.
Τεύκρος
κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς ηὑρέθης.
|
|
1135 |
Μενέλαος
ἐν τοῖς δικασταῖς, κοὐκ ἐμοί, τόδ᾽ ἐσφάλη.
Τεύκρος
πόλλ᾽ ἂν κακῶς λάθρᾳ σὺ κλέψειας κακά.
Μενέλαος
τοῦτ᾽ εἰς ἀνίαν τοὔπος ἔρχεταί τινι.
Τεύκρος
οὐ μᾶλλον, ὡς ἔοικεν, ἢ λυπήσομεν.
Μενέλαος
ἕν σοι φράσω· τόνδ᾽ ἐστὶν οὐχὶ θαπτέον.
|
|
1140 |
Τεύκρος
ἀλλ᾽ ἀντακούσει τοῦτον ὡς τεθάψεται.
Μενέλαος
ἤδη ποτ᾽ εἶδον ἄνδρ᾽ ἐγὼ γλώσσῃ θρασὺν
ναύτας ἐφορμήσαντα χειμῶνος τὸ πλεῖν,
ᾧ φθέγμ᾽ ἂν οὐκ ἂν ηὗρες, ἡνίκ᾽ ἐν κακῷ
χειμῶνος εἴχετ᾽, ἀλλ᾽ ὑφ᾽ εἵματος κρυφεὶς
|
|
1145 |
πατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων.
οὕτω δὲ καὶ σὲ καὶ τὸ σὸν λάβρον στόμα
σμικροῦ νέφους τάχ᾽ ἄν τις ἐκπνεύσας μέγας
χειμὼν κατασβέσειε τὴν πολλὴν βοήν.
Τεύκρος
ἐγὼ δέ γ᾽ ἄνδρ᾽ ὄπωπα μωρίας πλέων,
|
|
1150 |
ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.
κᾆτ᾽ αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ
ὀργήν θ᾽ ὅμοιος εἶπε τοιοῦτον λόγον·
ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς·
εἰ γὰρ ποήσεις, ἴσθι πημανούμενος.
|
|
1155 |
τοιαῦτ᾽ ἄνολβον ἄνδρ᾽ ἐνουθέτει παρών.
ὁρῶ δέ τοί νιν, κἄστιν, ὡς ἐμοὶ δοκεῖ,
οὐδείς ποτ᾽ ἄλλος ἢ σύ. μῶν ᾐνιξάμην;
Μενέλαος
ἄπειμι· καὶ γὰρ αἰσχρόν, εἰ πύθοιτό τις
λόγοις κολάζειν ᾧ βιάζεσθαι πάρα.
|
|
1160 |
Τεύκρος
ἄφερπέ νυν· κἀμοὶ γὰρ αἴσχιστον κλύειν
ἀνδρὸς ματαίου φλαῦρ᾽ ἔπη μυθουμένου.
Χορός
ἔσται μεγάλης ἔριδός τις ἀγών.
ἀλλ᾽ ὡς δύνασαι, Τεῦκρε, ταχύνας
σπεῦσον κοίλην κάπετόν τιν᾽ ἰδεῖν
|
|
1165 |
τῷδ᾽, ἔνθα βροτοῖς τὸν ἀείμνηστον
τάφον εὐρώεντα καθέξει.
Τεύκρος
καὶ μὴν ἐς αὐτὸν καιρὸν οἵδε πλησίοι
πάρεισιν ἀνδρὸς τοῦδε παῖς τε καὶ γυνή,
τάφον περιστελοῦντε δυστήνου νεκροῦ.
|
|
1170 |
ὦ παῖ, πρόσελθε δεῦρο καὶ σταθεὶς πέλας
ἱκέτης ἔφαψαι πατρός, ὅς σ᾽ ἐγείνατο.
θάκει δὲ προστρόπαιος ἐν χεροῖν ἔχων
κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου,
ἱκτήριον θησαυρόν. εἰ δέ τις στρατοῦ
|
|
1175 |
βίᾳ σ᾽ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ,
κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός,
γένους ἅπαντος ῥίζαν ἐξημημένος,
αὔτως ὅπωσπερ τόνδ᾽ ἐγὼ τέμνω πλόκον.
ἔχ᾽ αὐτόν, ὦ παῖ, καὶ φύλασσε, μηδέ σε
|
|
1180 |
κινησάτω τις, ἀλλὰ προσπεσὼν ἔχου.
ὑμεῖς τε μὴ γυναῖκες ἀντ᾽ ἀνδρῶν πέλας
παρέστατ᾽, ἀλλ᾽ ἀρήγετ᾽, ἔστ᾽ ἐγὼ μολὼν
τάφου μεληθῶ τῷδε, κἂν μηδεὶς ἐᾷ.
Χορός
τίς ἄρα νέατος ἐς πότε λήξει πολυπλάγκτων ἐτέων ἀριθμός,
|
|
1185 |
τὰν ἄπαυστον αἰὲν ἐμοὶ δορυσσοήτων
μόχθων ἄταν ἐπάγων
ἄν τὰν εὐρώδεα Τρωΐαν,
|
|
1190 |
δύστανον ὄνειδος Ἑλλάνων;
ὄφελε πρότερον αἰθέρα δῦναι μέγαν ἢ τὸν πολύκοινον Ἅιδαν
κεῖνος ἁνήρ, ὃς στυγερῶν ἔδειξεν ὅπλων
|
|
1195 |
Ἕλλασιν κοινὸν Ἄρη.
ἰὼ πόνοι πρόγονοι πόνων·
κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους.
ἐκεῖνος οὔτε στεφάνων
οὔτε βαθεῖαν κυλίκων
|
|
1200 |
νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν,
οὔτε γλυκὺν αὐλῶν ὄτοβον,
δύσμορος, οὔτ᾽ ἐννυχίαν
τέρψιν ἰαύειν.
ἐρώτων δ᾽ ἐρώτων ἀπέπαυσεν, ὤμοι.
|
|
1205 |
κεῖμαι δ᾽, ἀμέριμνος οὕτως,
ἀεὶ πυκιναῖς δρόσοις
τεγγόμενος κόμας,
λυγρᾶς μνήματα Τροίας.
|
|
1210 |
καὶ πρὶν μὲν αἰὲν νυχίου
δείματος ἦν μοι προβολὰ
καὶ βελέων θούριος :Αἴας
·
νῦν δ᾽ οὗτος ἀνεῖται στυγερῷ
δαίμονι· τίς μοι, τίς ἔτ᾽ οὖν
|
|
1215 |
τέρψις ἐπέσται;
γενοίμαν ἵν᾽ ὑλᾶεν ἔπεστι πόντου
πρόβλημ᾽ ἁλίκλυστον, ἄκραν
ὑπὸ πλάκα Σουνίου,
|
|
1220 |
τὰς ἱερὰς ὅπως
προσείποιμεν Ἀθάνας.
Τεύκρος
καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτην
Ἀγαμέμνον᾽ ἡμῖν δεῦρο τόνδ᾽ ὁρμώμενον·
δῆλος δέ μοὐστὶ σκαιὸν ἐκλύσων στόμα.
|
|
1225 |
Ἀγαμέμνων
σὲ δὴ τὰ δεινὰ ῥήματ᾽ ἀγγέλλουσί μοι
τλῆναι καθ᾽ ἡμῶν ὧδ᾽ ἀνοιμωκτὶ χανεῖν;
σέ τοι, τὸν ἐκ τῆς αἰχμαλωτίδος λέγω,
ἦ που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο
ὑψήλ᾽ ἐκόμπεις κἀπ᾽ ἄκρων ὡδοιπόρεις,
|
|
1230 |
ὅτ᾽ οὐδὲν ὢν τοῦ μηδὲν ἀντέστης ὕπερ,
κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖν
ἡμᾶς Ἀχαιῶν οὐδὲ σοῦ διωμόσω
ἀλλ᾽ αὐτὸς ἄρχων, ὡς σὺ φής, :Αἴας
ἔπλει.
ταῦτ᾽ οὐκ ἀκούειν μεγάλα πρὸς δούλων κακά;
|
|
1235 |
ποίου κέκραγας ἀνδρὸς ὧδ᾽ ὑπέρφρονα;
ποῖ βάντος ἢ ποῦ στάντος οὗπερ οὐκ ἐγώ;
οὐκ ἆρ᾽ Ἀχαιοῖς ἄνδρες εἰσὶ πλὴν ὅδε;
πικροὺς ἔοιγμεν τῶν Ἀχιλλείων ὅπλων
ἀγῶνας Ἀργείοισι κηρῦξαι τότε,
|
|
1240 |
εἰ πανταχοῦ φανούμεθ᾽ ἐκ Τεύκρου κακοί,
κοὐκ ἀρκέσει ποθ᾽ ὑμὶν οὐδ᾽ ἡσσημένοις
εἴκειν ἃ τοῖς πολλοῖσιν ἤρεσκεν κριταῖς,
ἀλλ᾽ αἰὲν ἡμᾶς ἢ κακοῖς βαλεῖτέ που
ἢ σὺν δόλῳ κεντήσεθ᾽ οἱ λελειμμένοι.
|
|
1245 |
ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε
κατάστασις γένοιτ᾽ ἂν οὐδενὸς νόμου,
εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομεν
καὶ τοὺς ὄπισθεν εἰς τὸ πρόσθεν ἄξομεν.
ἀλλ᾽ εἰρκτέον τάδ᾽ ἐστίν· οὐ γὰρ οἱ πλατεῖς
|
|
1250 |
οὐδ᾽ εὐρύνωτοι φῶτες ἀσφαλέστατοι,
ἀλλ᾽ οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ.
μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως
μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.
καὶ σοὶ προσέρπον τοῦτ᾽ ἐγὼ τὸ φάρμακον
|
|
1255 |
ὁρῶ τάχ᾽, εἰ μὴ νοῦν κατακτήσει τινά·
ὃς ἀνδρὸς οὐκέτ᾽ ὄντος, ἀλλ᾽ ἤδη σκιᾶς,
θαρσῶν ὑβρίζεις κἀξελευθεροστομεῖς.
οὐ σωφρονήσεις; οὐ μαθὼν ὃς εἶ φύσιν
ἄλλον τιν᾽ ἄξεις ἄνδρα δεῦρ᾽ ἐλεύθερον,
|
|
1260 |
ὅστις πρὸς ἡμᾶς ἀντὶ σοῦ λέξει τὰ σά;
σοῦ γὰρ λέγοντος οὐκέτ᾽ ἂν μάθοιμ᾽ ἐγώ·
τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω.
Χορός
εἴθ᾽ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν·
τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι.
|
|
1265 |
Τεύκρος
φεῦ· τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς
χάρις διαρρεῖ καὶ προδοῦσ᾽ ἁλίσκεται,
εἰ σοῦ γ᾽ ὅδ᾽ ἁνὴρ οὐδ᾽ ἐπὶ σμικρῶν λόγων,
Αἴας
, ἔτ᾽ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις
τὴν σὴν προτείνων προύκαμες ψυχὴν δόρει.
|
|
1270 |
ἀλλ᾽ οἴχεται δὴ πάντα ταῦτ᾽ ἐρριμμένα.
ὦ πολλὰ λέξας ἄρτι κἀνόητ᾽ ἔπη,
οὐ μνημονεύεις οὐκέτ᾽ οὐδέν, ἡνίκα
ἑρκέων ποθ᾽ ὑμᾶς οὗτος ἐγκεκλῃμένους,
ἤδη τὸ μηδὲν ὄντας, ἐν τροπῇ δορὸς
|
|
1275 |
ἐρρύσατ᾽ ἐλθὼν μοῦνος, ἀμφὶ μὲν νεῶν
ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις
πυρὸς φλέγοντος, εἰς δὲ ναυτικὰ σκάφη
πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ;
τίς ταῦτ᾽ ἀπεῖρξεν; οὐχ ὅδ᾽ ἦν ὁ δρῶν τάδε,
|
|
1280 |
ὃν οὐδαμοῦ φής, οὗ σὺ μή, βῆναι ποδί;
ἆρ᾽ ὑμὶν οὗτος ταῦτ᾽ ἔδρασεν ἔνδικα;
χὤτ᾽ αὖθις αὐτὸς Ἕκτορος μόνος μόνου
λαχών τε κἀκέλευστος ἦλθ᾽ ἐναντίος,
οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθείς,
|
|
1285 |
ὑγρᾶς ἀρούρας βῶλον, ἀλλ᾽ ὃς εὐλόφου
κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν;
ὅδ᾽ ἦν ὁ πράσσων ταῦτα, σὺν δ᾽ ἐγὼ παρών,
ὁ δοῦλος, οὑκ τῆς βαρβάρου μητρὸς γεγώς.
Τεύκρος
δύστηνε, ποῖ βλέπων ποτ᾽ αὐτὰ καὶ θροεῖς;
|
|
1290 |
οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προύφυ πατὴρ
ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;
Ἀτρέα δ᾽, ὃς αὖ σ᾽ ἔσπειρε δυσσεβέστατον,
προθέντ᾽ ἀδελφῷ δεῖπνον οἰκείων τέκνων;
αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης, ἐφ᾽ ᾗ
|
|
1295 |
λαβὼν ἐπακτὸν ἄνδρ᾽ ὁ φιτύσας πατὴρ
ἐφῆκεν ἐλλοῖς ἰχθύσιν διαφθοράν.
τοιοῦτος ὢν τοιῷδ᾽ ὀνειδίζεις σποράν;
ὃς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγώς,
ὅστις στρατοῦ τὰ πρῶτ᾽ ἀριστεύσας ἐμὴν
|
|
1300 |
ἴσχει ξύνευνον μητέρ᾽, ἣ φύσει μὲν ἦν
βασίλεια, Λαομέδοντος· ἔκκριτον δέ νιν
δώρημα κείνῳ ᾽δωκεν Ἀλκμήνης γόνος.
ἆρ᾽ ὧδ᾽ ἄριστος ἐξ ἀριστέοιν δυοῖν
βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος,
|
|
1305 |
οὓς νῦν σὺ τοιοῖσδ᾽ ἐν πόνοισι κειμένους
ὠθεῖς ἀθάπτους, οὐδ᾽ ἐπαισχύνει λέγων;
εὖ νυν τόδ᾽ ἴσθι, τοῦτον εἰ βαλεῖτέ που,
βαλεῖτε χἠμᾶς τρεῖς ὁμοῦ συγκειμένους.
ἐπεὶ καλόν μοι τοῦδ᾽ ὑπερπονουμένῳ
|
|
1310 |
θανεῖν προδήλως μᾶλλον ἢ τῆς σῆς ὑπὲρ
γυναικός, ἢ τοῦ σοῦ γ᾽ ὁμαίμονος λέγω;
πρὸς ταῦθ᾽ ὅρα μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν·
ὡς εἴ με πημανεῖς τι, βουλήσει ποτὲ
καὶ δειλὸς εἶναι μᾶλλον ἢ ᾽ν ἐμοὶ θρασύς.
|
|
1315 |
Χορός
ἄναξ, Ὀδυσσεῦ, καιρὸν ἴσθ᾽ ἐληλυθώς,
εἰ μὴ ξυνάψων, ἀλλὰ συλλύσων πάρει.
Ὀδυσσεύς
τί δ᾽ ἔστιν, ἄνδρες; τηλόθεν γὰρ ᾐσθόμην
βοὴν Ἀτρειδῶν τῷδ᾽ ἐπ᾽ ἀλκίμῳ νεκρῷ.
Ἀγαμέμνων
οὐ γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους,
|
|
1320 |
ἄναξ Ὀδυσσεῦ, τοῦδ᾽ ὑπ᾽ ἀνδρὸς ἀρτίως;
Ὀδυσσεύς
ποίους; ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω
κλύοντι φλαῦρα συμβαλεῖν ἔπη κακά.
Ἀγαμέμνων
ἤκουσεν αἰσχρά· δρῶν γὰρ ἦν τοιαῦτά με.
Ὀδυσσεύς
τί γάρ σ᾽ ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν;
|
|
1325 |
Ἀγαμέμνων
οὔ φησ᾽ ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς
ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ.
Ὀδυσσεύς
ἔξεστιν οὖν εἰπόντι τἀληθῆ φίλῳ
σοὶ μηδὲν ἧσσον ἢ πάρος ξυνηρετεῖν;
Ἀγαμέμνων
εἴπ᾽· ἦ γὰρ εἴην οὐκ ἂν εὖ φρονῶν, ἐπεὶ
|
|
1330 |
φίλον σ᾽ ἐγὼ μέγιστον Ἀργείων νέμω.
Ὀδυσσεύς
ἄκουέ νυν. τὸν ἄνδρα τόνδε πρὸς θεῶν
μὴ τλῇς ἄθαπτον ὧδ᾽ ἀναλγήτως βαλεῖν·
μηδ᾽ ἡ βία σε μηδαμῶς νικησάτω
τοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν.
|
|
1335 |
κἀμοὶ γὰρ ἦν ποθ᾽ οὗτος ἔχθιστος στρατοῦ,
ἐξ οὗ ᾽κράτησα τῶν Ἀχιλλείων ὅπλων,
ἀλλ᾽ αὐτὸν ἔμπας ὄντ᾽ ἐγὼ τοιόνδ᾽ ἐμοὶ
οὐκ ἀντατιμάσαιμ᾽ ἄν, ὥστε μὴ λέγειν
ἕν᾽ ἄνδρ᾽ ἰδεῖν ἄριστον Ἀργείων, ὅσοι
|
|
1340 |
Τροίαν ἀφικόμεσθα, πλὴν Ἀχιλλέως.
ὥστ᾽ οὐκ ἂν ἐνδίκως γ᾽ ἀτιμάζοιτό σοι·
οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους
φθείροις ἄν. ἄνδρα δ᾽ οὐ δίκαιον, εἰ θάνοι,
βλάπτειν τὸν ἐσθλόν, οὐδ᾽ ἐὰν μισῶν κυρῇς.
|
|
1345 |
Ἀγαμέμνων
σὺ ταῦτ᾽, Ὀδυσσεῦ, τοῦδ᾽ ὑπερμαχεῖς ἐμοί;
Ὀδυσσεύς
ἔγωγ᾽· ἐμίσουν δ᾽, ἡνίκ᾽ ἦν μισεῖν καλόν.
Ἀγαμέμνων
οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή;
Ὀδυσσεύς
μὴ χαῖρ᾽, Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς.
Ἀγαμέμνων
τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον.
|
|
1350 |
Ὀδυσσεύς
ἀλλ᾽ εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν.
Ἀγαμέμνων
κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει.
Ὀδυσσεύς
παῦσαι· κρατεῖς τοι τῶν φίλων νικώμενος.
Ἀγαμέμνων
μέμνησ᾽ ὁποίῳ φωτὶ τὴν χάριν δίδως.
Ὀδυσσεύς
ὅδ᾽ ἐχθρὸς ἁνήρ, ἀλλὰ γενναῖός ποτ᾽ ἦν.
|
|
1355 |
Ἀγαμέμνων
τί ποτε ποήσεις; ἐχθρὸν ὧδ᾽ αἰδεῖ νέκυν;
Ὀδυσσεύς
νικᾷ γὰρ ἁρετή με τῆς ἔχθρας πολύ.
Ἀγαμέμνων
τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτῶν.
Ὀδυσσεύς
ἦ κάρτα πολλοὶ νῦν φίλοι καὖθις πικροί.
Ἀγαμέμνων
τοιούσδ᾽ ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους;
|
|
1360 |
Ὀδυσσεύς
σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.
Ἀγαμέμνων
ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς.
Ὀδυσσεύς
ἄνδρας μὲν οὖν Ἕλλησι πᾶσιν ἐνδίκους.
Ἀγαμέμνων
ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾶν;
Ὀδυσσεύς
ἔγωγε· καὶ γὰρ αὐτὸς ἐνθάδ᾽ ἵξομαι.
|
|
1365 |
Ἀγαμέμνων
ἦ πάνθ᾽ ὅμοια πᾶς ἀνὴρ αὑτῷ πονεῖ.
Ὀδυσσεύς
τῷ γάρ με μᾶλλον εἰκὸς ἢ ᾽μαυτῷ πονεῖν;
Ἀγαμέμνων
σὸν ἆρα τοὔργον, οὐκ ἐμὸν κεκλήσεται.
Ὀδυσσεύς
ὡς ἂν ποήσῃς, πανταχῇ χρηστός γ᾽ ἔσει.
Ἀγαμέμνων
ἀλλ᾽ εὖ γε μέντοι τοῦτ᾽ ἐπίστασ᾽ ὡς ἐγὼ
|
|
1370 |
σοὶ μὲν νέμοιμ᾽ ἂν τῆσδε καὶ μείζω χάριν,
οὗτος δὲ κἀκεῖ κἀνθάδ᾽ ὢν ἔμοιγ᾽ ὁμῶς
ἔχθιστος ἔσται· σοὶ δὲ δρᾶν ἔξεσθ᾽ ἃ χρῇς.
Χορός
ὅστις σ᾽, Ὀδυσσεῦ, μὴ λέγει γνώμῃ σοφὸν
φῦναι, τοιοῦτον ὄντα, μῶρός ἐστ᾽ ἀνήρ.
|
|
1375 |
Ὀδυσσεύς
καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδ᾽ ἀγγέλλομαι,
ὅσον τότ᾽ ἐχθρὸς ἦ, τοσόνδ᾽ εἶναι φίλος.
καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω
καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν ὅσων
χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς.
|
|
1380 |
Τεύκρος
ἄριστ᾽ Ὀδυσσεῦ, πάντ᾽ ἔχω σ᾽ ἐπαινέσαι
λόγοισι, καί μ᾽ ἔψευσας ἐλπίδος πολύ.
τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ
μόνος παρέστης χερσίν, οὐδ᾽ ἔτλης παρὼν
θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα,
|
|
1385 |
ὡς ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν
αὐτός τε χὠ ξύναιμος ἠθελησάτην
λωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ.
τοιγάρ σφ᾽ Ὀλύμπου τοῦδ᾽ ὁ πρεσβεύων πατὴρ
|
|
1390 |
μνήμων τ᾽ Ἐρινὺς καὶ τελεσφόρος Δίκη
κακοὺς κακῶς φθείρειαν, ὥσπερ ἤθελον
τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως.
σὲ δ᾽, ὦ γεραιοῦ σπέρμα Λαέρτου πατρός,
τάφου μὲν ὀκνῶ τοῦδ᾽ ἐπιψαύειν ἐᾶν,
|
|
1395 |
μὴ τῷ θανόντι τοῦτο δυσχερὲς ποιῶ·
τὰ δ᾽ ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ
θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν.
ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ· σὺ δὲ
ἀνὴρ καθ᾽ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.
Ὀδυσσεύς
ἀλλ᾽ ἤθελον μέν· εἰ δὲ μή ᾽στί σοι φίλον
|
|
1400 |
πράσσειν τάδ᾽ ἡμᾶς, εἶμ᾽ ἐπαινέσας τὸ σόν.
Τεύκρος
ἅλις· ἤδη γὰρ πολὺς ἐκτέταται
χρόνος. ἀλλ᾽ οἱ μὲν κοίλην κάπετον
χερσὶ ταχύνατε, τοὶ δ᾽ ὑψίβατον
τρίποδ᾽ ἀμφίπυρον λουτρῶν ὁσίων
|
|
1405 |
θέσθ᾽ ἐπίκαιρον·
μία δ᾽ ἐκ κλισίας ἀνδρῶν ἴλη
τὸν ὑπασπίδιον κόσμον φερέτω.
παῖ, σὺ δὲ πατρός γ᾽, ὅσον ἰσχύεις,
|
|
1410 |
φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ
τάσδ᾽ ἐπικούφιζ᾽· ἔτι γὰρ θερμαὶ
σύριγγες ἄνω φυσῶσι μέλαν
μένος. ἀλλ᾽ ἄγε πᾶς, φίλος ὅστις ἀνὴρ
φησὶ παρεῖναι, σούσθω, βάτω,
|
|
1415 |
τῷδ᾽ ἀνδρὶ πονῶν τῷ πάντ᾽ ἀγαθῷ
κοὐδενί πω λῴονι θνητῶν
[Αἴαντος, ὅτ᾽ ἦν, τότε φωνῶ.]
Χορός
ἦ πολλὰ βροτοῖς ἔστιν ἰδοῦσιν
τῶν μελλόντων, ὅ τι πράξει.
|
|
1420 |
γνῶναι· πρὶν ἰδεῖν δ᾽ οὐδεὶς μάντις |